• Флаксы купить смотрите на http://glavdiet.ru.

Clemens Alexandrinus

Ad Theodorum

Ἐκ τῶν ἐπιστολῶν
τοῦ Κλήμεντος Θεοδώρῳ

1:1       Ἐκ τῶν ἐπιστολῶν τοῦ ἁγιωτάτου Κλήμεντος τοῦ Στρωματέως Θεοδώρῳ.
1:2       καλῶς ἐποίησας ἐπιστομίσας τὰς ἀῤῥήτους διδασκαλίας τῶν Καρποκρατιανῶν·
1:3       οὗτοι γὰρ οἱ προφητευθέντες ἀστέρες πλανῆται. οἱ απὸ τῆς στενῆς τῶν ἐντολῶν ὁ
1:4       δοῦ εἰς ἀπέρατον ἄβυσσον πλανώμενοι τῶν σαρκικῶν καὶ ἐνσωμάτων ἁμαρτιῶν·
1:5       πεφυσιωμένοι γὰρ εἰς γνῶσιν· ὡς λέγουσι· τῶν βαθέων τοῦ Σατανᾶ· λανθάνουσιν εἰς
1:6       τὸν ζόφον τοῦ σκότους τοῦ ψεύδους ἑαυτοὺς ἀποῤῥίπτοντες· καὶ καυχώμενοι
1:7       ἐλευθέρους εἶναι· δοῦλοι γεγόνασιν ἀνδραποδώδων ἐπιθυμιῶν· τούτοις οὖν ἀν-
1:8       τιστατέον πάντῃ τε καὶ πάντως· εἰ γὰρ καί τι ἀληθὲς λέγοιεν· οὐδ’ οὕτω συμ-
1:9       φωνοίη ἂν αὐτοῖς ὁ τῆς ἀληθείας ἐραστής· οὐδὲ γὰρ πάντα τἀληθῆ ἀλήθεια· οὐδὲ
1:10     τὴν κατὰ τὰς ἀνθρωπίνας δόξας φαινομένην ἀλήθειαν προκριτέον τῆς ἀλη-
1:11     θοῦς ἀληθείας τῆς κατὰ τὴν πίστιν. τῶν τοίνυν θρυλουμένων περὶ τοῦ θεοπνεύστου κα-
1:12     τὰ Μάρκον εὐαγγέλιου· τὰ μὲν ψεύδεται παντελῶς· τὰ δὲ· εἰ καὶ ἀληθῆ τινα
1:13     περιέχει· οὐδ’ οὕτως ἀληθῶς παραδίδοται· συγκεκραμένα γὰρ τἀληθῆ
1:14     τοῖς πλάσμασι παραχαράσσεται ὥστε· τοῦτο δὴ τὸ λεγόμενον· καὶ τὸ ἅ-
1:15     λας μωρανθῆναι. ὁ γοῦν Μάρκος· κατὰ τὴν τοῦ Πέτρου ἐν Ῥώμῃ διατριβὴν·
1:16     ἀνέγραψε τὰς πράξεις τοῦ κυρίου· οὐ μέντοι πάσας ἐξαγγέλλων· οὐδὲ μὴν τὰς
1:17     μυστικὰς ὑποσημαίνων· ἀλλ’ ἐκλεγόμενος ἃς χρησιμωτάτας ἐνόμισε πρὸς αὔ-
1:18     ξησιν τῆς τῶν κατηχουμένων πίστεως. τοῦ δὲ Πέτρου μαρτυρήσαντος· παρῆλθεν
1:19     εἰς Ἀλεξάνδρειαν ὁ Μάρκος· κομίζων καὶ ταταυτοῦ καὶ τὰ τοῦ Πέτρου ὑπο-
1:20     μνήματα· ἐξ ὧν μεταφέρων εἰς τὸ πρῶτον αὐτοῦ βιβλίον τὰ τοῖς προκόπ-
1:21     τουσι περὶ τὴν γνῶσιν κατάλληλα· συνέταξε πνευματικώτερον εὐ-
1:22     αγγέλιον εἰς τὴν τῶν τελειουμένων χρῆσιν· οὐδέπω ὅμως αὐτὰ τὰ ἀπόῤῥη-
1:23     τα ἐξωρχήσατο· οὐδὲ κατέγραψε τὴν ἱεροφαντικὴν διδασκαλίαν τοῦ
1:24     κυρίου· ἀλλὰ ταῖς προγεγραμμέναις πράξεσιν ἐπιθεὶς καὶ ἄλλας· ἔτι προσε-
1:25     πήγαγε λόγιά τινα ὧν ἠπίστατο τὴν ἐξήγησιν μυσταγωγήσειν τὸυς ἀκροα-
1:26     τὰς εἰς τὸ ἄδυτον τῆς ἐπτάκις κεκαλυμμένης ἀληθείας· οὕτως οὖν
1:27     προπαρεσκεύασεν· οὐ φθονερῶς οὐδ’ ἀπροφυλάκτως· ὡς ἐγὼ οἶμαι· καὶ
1:28     ἀποθνῄσκων κατέλιπε τὸ αὐτοῦ σύγγραμμα τῇ ἐκκλησίᾳ τῇ ἐν
2:1       Ἀλεξανδρείᾳ· ὅπου εἰσέτι νῦν ἀσφαλῶς εὖ μάλα τηρεῖται· ἀναγινωσ-
2:2       κόμενον πρὸς αὐτοὺς μόνους τοὺς μυουμένους τὰ μεγάλα μυστήρια. τῶν δὲ μι-
2:3       αρῶν δαιμόνων ὄλεθρον τῷ τῶν ἀνθρώπων γένει πάντοτε μηχανώντων· ὁ Καρ-
2:4       ποκράτης ὑπ’ αὐτῶν διδαχθεὶς· καὶ ἀπατηλοῖς τέχναις χρησάμενος·
2:5       οὕτω πρεσβύτερόν τινα τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας κατεδούλωσεν
2:6       ὥστε παρ’ αὐτοῦ ἐκόμισεν ἀπόγραφον τοῦ μυστικοῦ εὐαγγελίου· ὁ καὶ
2:7       ἐξηγήσατο κατὰ τὴν βλασφημὸν καὶ σαρκικὴν αὐτοῦ δόξαν· ἔτι
2:8       δὲ καὶ ἐμίανε· ταῖς ἀχράντοις καὶ ἁγίαις λέξεσιν ἀναμιγνὺς ἀναιδέ-
2:9       στατα ψεύσματα· τοῦ δὲ κράματος τούτου ἐξαντλῆται τὸ τῶν Καρποκρατι-
2:10     ανῶν δόγμα. τούτοις οὖν· καθὼς καὶ προείρηκα· οὐδέποτε εἰκτέον· οὐ-
2:11     δὲ προτείνουσιν αὐτοῖς τὰ κατεψευσμένα συγχωρητέον τοῦ Μάρκου εἶ-
2:12     ναι τὸ μυστικὸν εὐαγγέλιον· ἀλλὰ καὶ μεθ’ ὅρκου ἀρνητέον· οὐ γὰρ ἅπασι πάν-
2:13     τα ἀληθῆ λεκτέον· διὰ τοῦτο ἡ σοφία τοῦ θεοῦ διὰ Σολομῶντος παραγ-
2:14     γέλλει· ἀποκρίνου τῷ μωρῷ ἐκ τῆς μωρίας αὐτοῦ· πρὸς τοὺς τυφλοὺς τὸν
2:15     νοῦν τὸ φῶς τῆς ἀληθείας δεῖν ἐπικρύπτεσθαι διδάσκουσα· αὐτίκα φη-
2:16     σί· τοῦ δὲ μὴ ἔχοντος ἀρθήσεται· καὶ ὁ μωρὸς ἐν σκότει πορευέσθω· ἡμεῖς
2:17     δὲ υἱοὶ φωτός ἐσμεν· πεφωτισμένοι τῇ ἐξ ὕψουους ἀνατολῇ τοῦ πνεύματος
2:18     τοῦ κυρίου· οὗ δὲ τὸ πνεῦμα τοῦ κυρίου· φησίν· ἐκεῖ ἐλευθερία· πάντα γὰρ κα-
2:19     θαρὰ τοῖς καθαροῖς. σοὶ τοίνυν οὐκ ὀκνήσω τὰ ἠρωτημένα ἀποκρί-
2:20     νασθαι· δι’ αὐτῶν τοῦ εὐαγγελίου λέξεων τὰ κατεψευσμένα ἐλέγχων· ἀ-
2:21     μέλει μετὰ τὸ· ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἰεροσόλυμα· καὶ τὰ
2:22     ἐξῆς ἕως· μετὰ τρεῖς ἡμέρας ἀναστήσεται· ὧδε ἐπιφέρει κατὰ λέξιν·
2:23     καὶ ἔρχονται εἰς βηθανίαν καὶ ἦν ἐκεῖ μία γυνὴ ἧς ὁ ἀδελφὸς αὐτῆς ἀπέ-
2:24     θανεν· καὶ ἐλθοῦσα προσεκύνησε τὸν Ἰησοῦν καὶ λέγει αὐτῷ· υἱὲ Δα-
2:25     βὶδ ἐλέησόν με· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτῇ· καὶ ὀργισθεὶς ὁ
2:26     Ἰησοῦς ἀπῆλθεν μετ’ αὐτῆς εἰς τὸν κῆπον ὅπου ἦν τὸ μνημεῖον· καὶ
3:1       εὐθὺς ἠκούσθη ἐκ τοῦ μνημείου φωνὴ μεγάλη· καὶ προσελθὼν ὁ Ἰησοῦς ἀπ-
3:2       εκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου· καὶ εἰσελθὼν εὐθὺς ὅπου
3:3       ἦν ὁ νεανίσκος ἐξέτεινεν τὴν χεῖρα καὶ ἤγειρεν αὐτὸν· κρατήσας
3:4       τῆς χειρός· ὁ δὲ νεανίσκος ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ
3:5       ἤρξατο παρακαλεῖν αὐτὸν ἵνα μετ’ αὐτοῦ ᾖ· καὶ ἐξελθόντες ἐκ
3:6       τοῦ μνημείου ἦλθον εἰς τὴν οἰκίαν τοῦ νεανίσκου· ἦν γὰρ πλούσιος· καὶ μεθ’
3:7       ἡμέρας ἓξ ἐπέταξεν αὐτῷ ὁ Ἰησοῦς· καὶ ὀψίας γενομένης ὁ
3:8       νεανίσκος πρὸς αὐτὸν· περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ
3:9       ἔμεινε σὺν αὐτῷ τὴν νύκτα ἐκείνην· ἐδίδασκε γὰρ αὐτὸν ὁ
3:10     Ἰησοῦς τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ· ἐκεῖθεν δὲ ἀναστὰς;
3:11     ἐπέστρεψεν εἰς τὸ πέραν τοῦ Ἰορδάνου. ἐπὶ μὲν τούτοις ἕπεται τὸ· καὶ
3:12     προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης· καὶ πᾶσα ἡ περι-
3:13     κοπή· τὸ δὲ γυμνὸς γυμνῷ καὶ τἆλλα περὶ ὧν ἔγραψας οὐκ εὐ-
3:14     ρίσκεται· μετὰ δὲ τό· καί ἔρχεται εἰς Ἰεριχὼ ἐπάγει μόνον· καὶ ἦ-
3:15     σαν ἐκεῖ ἡ ἀδελφὴ τοῦ νεανίσκου ὃν ἠγάπα αὐτὸν ὁ Ἰησοῦς· καὶ
3:16     ἡ μήτηρ αὐτοῦ καὶ Σαλώμη· καὶ οὐκ ἀπεδέξατο αὐτὰς ὁ Ἰησοῦς·
3:17     τὰ δὲ ἄλλα τὰ πολλὰ ἃ ἔγραψας ψεύσματα καὶ φαίνεται καὶ ἔστιν· ἡ
3:18     μὲν οὖν ἀληθὴς καὶ κατὰ τὴν ἀληθῆ φιλοσοφίαν ἐξήγησις ...