курсы наращивания волос в москве от BM Center

Papyrus Oxyrhynchos 840

Verso

1 προτερον προ (του) αδικησαι παντα σοφι-

2 ζεται. αλλα προσεχετε μη πως και

3 υμεις τα ομοια αυτοις παθητε. ου γαρ

4 εν τοις ζωοις μονοις απολαμβανου-

5 σιν οι κακουργοι των ΑΝ(θρωπ)ΩΝ. αλλα και

6 κολασιν υπομενουσιν και πολλην

7 βασανον. και παραλαβων αυτους

8 εισηγαγεν εις αυτο το αγνευτηριον και

9 περιεπατει εν τω ιερω. και προσελ-

10 θων φαρισαιος τις αρχιερευς λευ(εις?)

11 το ονομα συνετυχεν αυτοις και ειπεν

12 τω ΣΩ(τη)ΡΙ, τις επετρεψεν σοι πατειν

13 τουτο το αγνευτηριον και ιδειν ταυ-

14 τα τα αγια σκευη μητε λουσαμενω μη-

15 τε μην των μαθητων σου τους ποδας βα-

16 πτισθεντων; αλλα μεμολυμμενος

17 επατησας τουτο το ιερον τοπον ον-

18 τα καθαρον, ον ουδεις αλλος ει μη

19 λουσαμενος και αλλαξας τα ενδυ-

20 ματα πατει, ουδε οραν τολμα ταυτα

21 τα αγια σκευη. και στας ευθεως ο ΣΩ(τη)Ρ

22 συν τοις μαθηταις απεκριθη αυτω,

Recto

23 συ ουν ενταυθα ων εν τω ιερω καθα-

24 ρευεις; λεγει αυτω εκεινος, καθαρευω. ελουσα-

25 μην γαρ εν τη λιμνη του Δ(αυει)Δ και δι’ ετε-

26 ρας κλιμακος κατελθων δι’ ετερας

27 ανηλθον, και λευκα ενδυματα ενε-

28 δυσαμην και καθαρα, και τοτε ηλθον

29 και προσεβλεψα τουτοις τοις αγιοις

30 σκευεσιν. ο ΣΩ(τη)Ρ προς αυτον απο-

31 κριθεις ειπεν, ουαι, τυφλοι μη ορων-

32 τες. συ ελουσω τουτοις τοις χεομενοις

33 υδασιν εν οις κυνες και χοιροι βεβλην-

34 ται νυκτος και ημερας, και νιψαμε-

35 νος το εκτος δερμα εσμηξω, οπερ

36 και αι πορναι και αι αυλητριδες μυρι-

37 ζουσιν και λουουσιν και σμηχουσι

38 και καλλωπιζουσι προς επιθυμι-

39 αν των ΑΝ(θρωπ)ΩΝ. ενδοθεν δε εκει-

40 ναι πεπληρωνται σκορπιων και

41 πασης κακιας. εγω δε και οι

42 μαθηται μου ους λεγεις μη βεβα-

43 πτισθαι βεβαμμεθα εν υδασι ζω-

44 ης αιωνιου τοις ελθουσιν απο ...

45 ... ... αλλα ουαι τοις ...