Acta Joannis

(ed. M. Bonnet)

Acta apostolorum apocrypha, vol. 2.1.

Leipzig: Mendelssohn, 1898, 151–215.

 

Πράξεις τοῦ ἁγίου ἀποστόλου
καὶ εὐαγγελιστοῦ
Ἰωάννου τοῦ θεολόγου

I. Βασιλεύοντος τῶν Ἰουδαίων Ἀγρίππα, ὃν διὰ τὸ συμβουλεύειν εἰρήνην λιθοβολήσαντες ἀπέκτειναν, ἐν τῷ καιρῷ ἐκείνῳ Οὐεσπεσιανὸς Καῖσαρ ὑπάρχων πολλῷ στρατεύματι περιχαρακώσας τὴν Ἱερουσαλὴμ τοὺς μὲν δορυαλώτους λαβὼν ἐφόνευσεν, ἄλλους πολιορκήσας λιμῷ διέφθειρεν, καὶ τοὺς πλείστους φυγαδεύσας χρόνῳ διέσπειρεν· τό τε ἱερὸν καθελὼν καὶ τὰ σκεύη τὰ ἅγια εἰς ναῦν ἐμβαλὼν ἔπεμψεν εἰς Ῥώμην ποιήσασθαι τῆς Εἰρήνης σκήνωμα, καὶ τοῖς ἐκ πολέμου σκύλοις ἐκοσμεῖτο.

II. Οὐεσπεσιανοῦ δὲ ἀποθανόντος ἐγκρατὴς γενόμενος ὁ υἱὸς αὐτοῦ Δομετιανὸς τῆς βασιλείας μετὰ τῶν ἄλλων ἀδικημάτων αὐτοῦ προσέθετο καὶ διωγμὸν ποιεῖν κατὰ τῶν δικαίων ἀνθρώπων. μαθὼν γὰρ τὴν πόλιν πεπληρῶσθαι Ἰουδαίων, μεμνημένος τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ περὶ αὐτῶν κελευσθέντων, ὥρμησεν ἐπὶ τὸ πάντας ἐκβαλεῖν ἐκ τῆς τῶν Ῥωμαίων πόλεως. τολμήσαντες δέ τινες τῶν Ἰουδαίων ἔδωκαν τῷ Δομετιανῷ βίβλον ἐν ᾧ ἐγέγραπτο τάδε·

III. Δομετιανὲ Καῖσαρ βασιλεῦ πάσης τῆς οἰκουμένης, ὅσοι Ἰουδαῖοι σοῦ δεόμεθα καὶ ἱκέται προσκείμεθα τῆς σῆς δυνάμεως μὴ φυγαδεύειν ἡμᾶς ἀπὸ τοῦ θείου καὶ φιλανθρώπου σου προσώπου· εἴκομεν γάρ σοι, καὶ τοῖς ἔθεσιν καὶ τοῖς νόμοις καὶ πράξεσιν καὶ πολιτείαις μηδὲν ἀδικοῦντες ἀλλὰ Ῥωμαίοις ὁμοφρονοῦντες. ἔστιν δὲ καινὸν καὶ ξένον ἔθνος, μήτε τοῖς ἡμετέροις ἔθεσιν ὑπακοῦον μήτε ταῖς Ἰουδαίων θρησκείαις συνευδοκοῦν, ἀπερίτμητον, ἀπάνθρωπον, ἄνομον, ὅλους οἴκους ἀνατρέπον, ἄνθρωπον θεὸν καταγγέλλοντες, οἷς ἐκκλησία ἅπασιν ἐπιγίνεται ξένον ὄνομα χριστιανῶν. οὗτοι θεὸν ἀθετοῦσιν μὴ προσέχοντες τῷ ὑπ’ αὐτοῦ δοθέντι νόμῳ, υἱὸν δὲ θεοῦ καταγγέλλουσιν ἄνθρωπον ἐξ ἡμῶν αὐτῶν γεννηθέντα ὀνόματι Ἰησοῦν, οὗ οἱ γονεῖς καὶ οἱ ἀδελφοὶ καὶ πᾶσα ἡ γενεὰ ἐξ Ἑβραίων ἐξήρτηται· ὃν διὰ τὴν πολλὴν αὐτοῦ βλασφημίαν καὶ τὴν ἄνομον φλυαρίαν ἡμεῖς σταυρῷ παρεδώκαμεν. ψεῦσμά τε ἕτερον τῷ πρώτῳ αὐτῶν βλάσφημον συνάπτουσιν· τὸν γὰρ παγέντα καὶ ταφέντα τοῦτον ὡς ἐκ νεκρῶν ἀναστάντα δοξολογοῦσιν· πρὸς τούτοις καὶ ἀναληφθέντα ἐν νεφέλαις ἐν τοῖς οὐρανοῖς καταψεύδονται.

IV. Ἐπὶ τούτοις πᾶσιν ὀργῇ συσχεθεὶς ὁ βασιλεὺς δόγμα τῇ συγκλήτῳ ἐκελεύσατο ἵνα ἄρδην τοὺς ὁμολογοῦντας αὐτοὺς εἶναι χριστιανοὺς φονεύσωσιν. τῶν οὖν παραυτὰ τῆς ὀργῆς εὑρεθέντων καὶ τὸν τῆς ὑπομονῆς καρπὸν τρυγησάντων στεψαμένων τε τὸν πάμμαχον ἀγῶνα κατὰ τῶν τοῦ διαβόλου πραγμάτων προσελάβετο ἡ τῆς ἀφθαρσίας ἀνάψυξις.

V. Διεφημίσθη τε ἐν τῇ Ῥώμῃ ἡ τοῦ Ἰωάννου διδασκαλία καὶ μέχρι τῶν Δομετιανοῦ ἀκοῶν, εἶναί τινα ἐν Ἐφέσῳ Ἑβραῖον ὀνόματι Ἰωάννην, ὃς περὶ τοῦ Ῥωμαίων βασιλείου διαφημίζει λέγων ἐν τάχει ἐκριζωθήσεσθαι, καὶ ἑτέρῳ τὴν βασιλείαν τῶν Ῥωμαίων διαδεδόσθαι. ταραχθεὶς δὲ ὁ Δομετιανὸς ἐπὶ τοῖς εἰρημένοις ἔπεμψεν ἑκατόνταρχον μετὰ στρατιωτῶν ἵνα ἁρπάσαντες ἀγάγωσιν τὸν Ἰωάννην. καὶ ἐλθόντες εἰς τὴν Ἔφεσον ἐπυνθάνοντο ποῦ μένει ὁ Ἰωάννης. προσελθόντες δὲ τῷ πυλῶνι αὐτοῦ εὗρον αὐτὸν ἑστῶτα πρὸ τῶν θυρῶν, καὶ νομίσαντες αὐτὸν εἶναι θυρωρὸν ἐξήταζον ποῦ μένει ὁ Ἰωάννης. ὃ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ εἰμι. Οἳ δὲ τὸ μέτριον αὐτοῦ καὶ ταπεινὸν καὶ πενιχρὸν ὑπερηφανήσαντες ἐπέπλησσον μετὰ ἀπειλῆς λέγοντες· Εἰπὲ ἡμῖν τὴν ἀλήθειαν. Ὁμολογοῦντος δὲ αὐτοῦ πάλιν αὐτὸν εἶναι τὸν ζητούμενον, ἀλλὰ καὶ τῶν γειτόνων μαρτυρούντων, ἔφησαν αὐτὸν ἐν τάχει ἐξιέναι σὺν αὐτοῖς πρὸς τὸν βασιλέα ἐν Ῥώμῃ. τοῦ δὲ παρακαλέσαντος αὐτοὺς λαβεῖν ἐφόδια, ἐπιστρέψας καὶ λαβὼν φοίνικας ὀλίγους ἐξῆλθεν εὐθέως.

VI. Καὶ λαβόντες οἱ στρατιῶται δημόσια ὀχήματα ἐν τάχει ὥδευον, μέσον αὐτὸν καθίσαντες. ἐλθόντων οὖν αὐτῶν εἰς τὴν πρώτην ἀλλαγήν, ὥρας ἀρίστου οὔσης, ἐδέοντο αὐτοῦ εὐψυχεῖν καὶ λαβόντα ἄρτον σὺν αὐτοῖς ἐσθίειν. ὁ δὲ Ἰωάννης ἔφη· Τῇ μὲν ψυχῇ χαίρω, τροφῆς δὲ τέως οὐ βούλομαι λαβεῖν. Οἳ δὲ ἐλαύνοντες ἐφέροντο ταχέως. ὀψίας δὲ γενομένης καταχθέντες εἴς τι πανδοχεῖον, καὶ τῆς ὥρας οὔσης λοιπὸν δείπνου, ὄντες φιλοφρονέστατοι ὁ ἑκατόνταρχος καὶ οἱ στρατιῶται παρεκάλουν τὸν Ἰωάννην χρήσασθαι τοῖς παρακειμένοις. ὃ δὲ ἔφη κεκοπῶσθαι καὶ δεῖσθαι ὑπὲρ πᾶσαν τροφὴν τοῦ ὕπνου. καὶ τοῦτο ἑκάστης ἡμέρας αὐτοῦ ποιοῦντος ἐξεπλήσσοντο πάντες οἱ στρατιῶται καὶ ἐδειλίων μὴ ὁ Ἰωάννης ἀποθανὼν κινδύνῳ αὐτοὺς περιβάλῃ· τὸ δὲ ἅγιον πνεῦμα φαιδρότερον αὐτὸν ἐδείκνυ αὐτοῖς. καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κυριακῆς οὔσης ἔφη αὐτοῖς· Νῦν καιρὸς τοῦ κἀμὲ χρήσασθαι τροφῆς. Νιψάμενός τε τὰς χεῖρας καὶ τὸ πρόσωπον προσευξάμενος προεκόμιζεν τὸ λέντιον καὶ λαβὼν ἕνα τῶν φοινίκων ἤσθιεν πάντων ὁρώντων.

VII. Πολλοῦ οὖν χρόνου διιππεύσαντος ἔφθασαν τὴν ὁδόν, τοῦ Ἰωάννου οὕτως νηστεύοντος. προσαγαγόντες δὲ αὐτὸν τῷ βασιλεῖ εἶπον· Σεβαστὲ βασιλεῦ, Ἰωάννην σοι προσάγομεν, θεὸν οὐκ ἄνθρωπον· ἐξ ἧς γὰρ αὐτὸν συνελάβομεν ἄχρι τῆς ἄρτι ὥρας ἄρτου οὐκ ἐγεύσατο. Πρὸς τούτοις ἐκπλαγεὶς ὁ Δομετιανὸς ἐξέτεινεν τὸ στόμα, διὰ τὸ παράδοξον φιλήματι αὐτὸν προσαγορεῦσαι θελήσας· τοῦ δὲ Ἰωάννου ἀποκλίναντος τὴν κεφαλὴν κατεφίλησεν αὐτοῦ τὸ στῆθος. καὶ εἶπεν ὁ Δομετιανός· Τί τοῦτο ἐποίησας; οὐκ ἠξίωσάς με φιλῆσαί σε; Καὶ ὁ Ἰωάννης πρὸς αὐτὸν εἶπεν· Δίκαιον τὴν χεῖρα τοῦ θεοῦ ἐν πρώτοις προσκυνεῖν, καὶ οὕτως τὸ στόμα τοῦ βασιλέως καταφιλεῖν· γέγραπται γὰρ ἐν ταῖς ἱεραῖς βίβλοις· Καρδία βασιλέως ἐν χειρὶ θεοῦ.

VIII. Καὶ ὁ βασιλεὺς εἶπεν αὐτῷ· Σὺ εἶ Ἰωάννης ὁ τὴν βασιλείαν μου λέγων ἐν τάχει ἐκριζωθήσεσθαι καὶ μέλλειν ἕτερον βασιλεύειν ἀντ’ ἐμοῦ, Ἰησοῦν; Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν αὐτῷ· Σὺ καὶ βασιλεύσῃ πολλοῖς χρόνοις τοῖς ὑπὸ θεοῦ σοι δεδομένοις, καὶ μετὰ σὲ ἕτεροι πλεῖστοι· πληρωθέντων δὲ τῶν ἐπὶ γῆς χρόνων ἐξ οὐρανοῦ ἐλεύσεται βασιλεὺς αἰώνιος, ἀληθής, κριτὴς ζώντων καὶ νεκρῶν, ᾧ πᾶν ἔθνος καὶ φυλαὶ ἐξομολογήσεται, δι’ ὃν πᾶσα ἐξουσία καὶ ἀρχὴ ἐπίγειος καταργηθήσεται καὶ πᾶν στόμα λαλοῦν μεγάλα φραγήσεται. οὗτος δέ ἐστιν ὁ κύριος ὁ δυνατὸς καὶ βασιλεὺς πάσης πνοῆς καὶ σαρκός, ὁ λόγος καὶ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὅς ἐστιν Ἰησοῦς Χριστός.

IX. Πρὸς ταῦτα ἔφη αὐτῷ ὁ Δομετιανός· Τίς τούτων ἀπόδειξις; ῥήμασιν μόνοις οὐ πείθομαι· ὄψις ἀδήλων τὰ φθεγγόμενα. τί δύνῃ δεῖξαι ἐπίγειον ἢ ἐπουράνιον ἐν τῇ δυνάμει ἐκείνου τοῦ μέλλοντος βασιλεύειν καθὼς καὶ λέγεις; ποιήσει γάρ, εἴπερ ἐστὶν υἱὸς θεοῦ. Εὐθέως δὲ ὁ Ἰωάννης ᾔτησεν φάρμακον θανάσιμον. κελεύσαντος δὲ τοῦ βασιλέως δοθῆναι φάρμακον αὐθωρὸν προσεκόμισαν. λαβὼν οὖν ὁ Ἰωάννης καὶ βαλὼν ἐν κύλικι μεγάλῳ πληρώσας ὕδατος συνεκέρασεν, καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν· Ἐν τῷ ὀνόματί σου Ἰησοῦ Χριστὲ υἱὲ τοῦ θεοῦ πίνω τὸ ποτήριον ὃ σὺ γλυκανεῖς, καὶ τὸ ἐν αὐτῷ φάρμακον τῷ ἁγίῳ σου πνεύματι συγκέρασον καὶ ποίησον αὐτὸ πόμα ζωῆς καὶ σωτηρίας γενέσθαι εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς πέψιν, εἰς ἀβλαβῆ διοίκησιν, εἰς πίστιν ἀμετανόητον, εἰς ἀνεξάρνητον μαρτύριον τοῦ θανάτου ὡς ποτήριον εὐχαριστίας.

X. Ἐκπιόντος οὖν αὐτοῦ τὸν κύλικα περιέμενον οἱ παρεστῶτες τῷ Δομετιανῷ πότε μέλλει σπασθεὶς καταπίπτειν ἐπὶ τῆς γῆς. τοῦ δὲ Ἰωάννου ἱλαροῦ ἑστῶτος καὶ σῴου προσομιλοῦντος ὠργίσθη ὁ Δομετιανὸς πρὸς τοὺς δόντας τὸ φάρμακον ὡς φεισαμένων τοῦ Ἰωάννου· οἳ δὲ ἐπομοσάμενοι τὴν τύχην καὶ σωτηρίαν τοῦ βασιλέως ἔλεγον ἄλλο μὴ εἶναι δυνατώτερον τούτου τοῦ φαρμάκου. συνεὶς δὲ ὁ Ἰωάννης τί πρὸς ἀλλήλους ψιθυρίζουσιν ἔφη πρὸς τὸν βασιλέα· Μὴ χαλέπαινε βασιλεῦ, ἀλλὰ ὃ λέγω κέλευσον γενέσθαι, καὶ μαθήσῃ τὴν δύναμιν τοῦ φαρμάκου· κατάκριτόν τινα ἐκ τῆς εἱρκτῆς ποίησον ἀχθῆναι. Οὗ παραγενομένου ὁ Ἰωάννης ἐπιβαλὼν ὕδωρ τῷ ποτηρίῳ καὶ περικλύσας μετὰ πάσης τῆς ὑποστάθμης ἐπέδωκεν τῷ κατακρίτῳ. ὃ δὲ λαβὼν καὶ πιὼν παραχρῆμα ἔπεσεν καὶ ἐτελεύτησεν.

XI. Θαυμασάντων δὲ πάντων ἐπὶ τοῖς γενομένοις σημείοις καὶ τοῦ Δομετιανοῦ τῷ φόβῳ συσχεθέντος καὶ ἀπερχομένου εἰς τὸ παλάτιον, ἔφη πρὸς αὐτὸν ὁ Ἰωάννης· Ῥωμαίων βασιλεῦ Δομετιανέ, τοῦτο ἠβουλήθης ἵνα σοῦ παρόντος καὶ μαρτυροῦντος ἐγὼ σήμερον φονεὺς γένωμαι; περὶ τοῦ κειμένου νεκροῦ τί μέλλει γενέσθαι; Ὃ δὲ ἐκέλευσεν ἀρθέντα αὐτὸν ῥιφῆναι. Ἰωάννης δὲ προσελθὼν τῷ πτώματι εἶπεν· Ὁ θεὸς ὁ τῶν οὐρανῶν ποιητής, ὁ κύριος καὶ δεσπότης ἀγγέλων δοξῶν κυριοτήτων, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ παιδός σου τοῦ μονογενοῦς δὸς τούτῳ τῷ δι’ ἀφορμῆς τεθνηκότι ζωῆς παλιγγενεσίαν καὶ ἀπόδος αὐτῷ τὴν ψυχήν, ἵνα μάθῃ Δομετιανὸς ὅτι ὁ λόγος τοῦ θεοῦ καὶ φαρμάκου πολὺ δυνατώτερος καὶ ζωῆς δεσπόζει. Λαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ἀνέστησεν αὐτὸν ζῶντα.

XII. Δοξαζόντων δὲ τὸν θεὸν πάντων καὶ θαυμαζόντων τὴν τοῦ Ἰωάννου πίστιν, ἔφη αὐτῷ ὁ Δομετιανός· Δόγμα τῆς συγκλήτου ἐξέθηκα πάντας τοὺς τοιούτους ἀναπολογήτους ἀπάγεσθαι· ἀλλ’ ἐπειδὴ διὰ σοῦ εὑρίσκω αὐτοὺς ἀθῴους καὶ μᾶλλον ἐπωφελῆ εἶναι αὐτῶν τὴν θεοσέβειαν, ἐξορίζω σε εἰς νῆσον, ἵνα μὴ δόξω ἐγὼ αὐτὸς καταλύειν τὰ ἐμαυτοῦ δόγματα. Τὸν μὲν οὖν κατάκριτον ᾐτήσατο ἀπολυθῆναι, καὶ ἀπολυθέντος αὐτοῦ εἶπεν ὁ Ἰωάννης· Ὕπαγε, χάριν ἔχε τῷ θεῷ τῷ σήμερόν σε ἐκ φυλακῆς καὶ ἐκ θανάτου λυτρωσαμένῳ.

XIII. Ἑστώτων δὲ αὐτῶν θρεπτή τις Δομετιανοῦ τῶν πρὸς τῷ κοιτῶνι αἰφνιδίως ληφθεῖσα ὑπό του ἀκαθάρτου δαίμονος ἔκειτο νεκρά, καὶ ἀνηγγέλη τῷ βασιλεῖ. κινηθεὶς δὲ ὁ βασιλεὺς ἐδέετο τοῦ Ἰωάννου βοηθῆσαι αὐτῇ. ὁ δὲ Ἰωάννης εἶπεν· Οὐκ ἔστιν ἀνθρώπου τοῦτο παρασχεῖν· ἐπεὶ δὲ σὺ βασιλεύειν μὲν οἶδας, ὑπὸ τίνος δὲ ἔλαβες ἀγνοεῖς, μάθε τίς καὶ σοῦ καὶ τῆς βασιλείας σου ἐξουσίαν ἔχει. Καὶ ηὔξατο οὕτως· Κύριε ὁ θεὸς πάσης βασιλείας καὶ δέσποτα πάσης κτίσεως, δὸς τῇ κόρῃ ταύτῃ πνοὴν ζωῆς. Καὶ εὐξάμενος ἀνέστησεν αὐτήν. ἐκπλαγεὶς δὲ ἐπὶ πᾶσι τοῖς θαυμασίοις ὁ Δομετιανὸς ἀπέλυσεν αὐτὸν εἰς νῆσον, ὁρίσας αὐτὸν τακτὸν χρόνον.

XIV. Εὐθέως δὲ ἀπέπλευσεν ὁ Ἰωάννης εἰς Πάτμον, ὅπλου καὶ ἠξιώθη τὴν τῆς συντελείας ἰδεῖν ἀποκάλυψιν. τελευτήσαντος δὲ τοῦ Δομετιανοῦ παρέλαβεν τὴν βασιλείαν Νέρβας, ὃς πάντας τοὺς ἐξορισθέντας ἀνεκαλέσατο· ἐνιαυτὸν δὲ κατασχὼν τὴν βασιλείαν, διάδοχον τῆς βασιλείας Τραϊανὸν ἐποιήσατο. οὗ βασιλεύοντος Ῥωμαίων ἐπανελθὼν εἰς τὴν Ἔφεσον ὁ Ἰωάννης ἐκράτυνεν πᾶν τὸ τῆς ἐκκλησίας διδασκαλεῖον, πολλά τε προσομιλῶν καὶ ἀπομνημονεύων ὅσα ὁ κύριος αὐτοῖς ἔλεγεν καὶ τίνα ἑκάστῳ διηγεῖτο. γενόμενος δὲ γηραλέος καὶ μεταλλάσσων ἐπισκοπεύειν τῇ ἐκκλησίᾳ τῷ Πολυκάρπῳ ἐνεκελεύσατο.

XVIII. Ὁ δὲ Ἰωάννης ἠπείγετο εἰς τὴν Ἔφεσον ὑπὸ ὁράματος κεκινημένος· ὁ οὖν Δαιμόνικος καὶ ὁ συγγενὴς αὐτοῦ Ἀριστόδημος καί τις πάνυ πλούσιος Κλεόβιος καὶ ἡ γυνὴ τοῦ Μαρκέλλου ἐπέσχον αὐτὸν μόλις μιᾶς ἡμέρας ἐν τῇ Μιλήτῳ συναναπαυόμενοι αὐτῷ. ὡς δὲ ὑπὸ βαθὺν ὄρθρον ἐξῄεσαν καὶ ἤδη τῆς ὁδοῦ ἤνυστο ὡσεὶ μίλια τέσσαρα, φωνὴ ἠνέχθη ἀπὸ οὐρανοῦ πάντων ἡμῶν ἀκουόντων λέγουσα· Ἰωάννη, μέλλεις ἐν Ἐφέσῳ δόξαν τῷ κυρίῳ σου διδόναι ἣν εἴσῃ, σὺ καὶ πάντες οἱ σύν σοι ἀδελφοὶ καί τινες τῶν ἐκεῖ μελλόντων διὰ σοῦ πιστεύειν. Ἐνενόει οὖν ὁ Ἰωάννης ἐν ἑαυτῷ ἀγαλλιώμενος τί ἄρα ἦν τὸ μέλλον ἐν Ἐφέσῳ ἀπαντᾶν, λέγων· Κύριε ἰδοὺ κατὰ τὸ θέλημά σου βαδίζω· γενέσθαι ὃ βούλει.

XIX. Καὶ ἐγγιζόντων ἡμῶν τῇ πόλει ὁ στρατηγὸς Ἐφεσίων Λυκομήδης, ἄνθρωπος τῶν δαιμόνων, ἀπήντησεν ἡμῖν, καὶ προσπεσὼν τοῖς ποσὶν Ἰωάννου παρεκάλει λέγων· Ἰωάννης ἐστί σοι ὄνομα; ἔπεμψέ σε ὁ θεὸς ὃν κηρύσσεις ἐπ’ εὐεργεσίᾳ τῆς ἐμῆς γυναικός, παραπλήγου γεγονότος ἤδη ἡμέρας ἑπτὰ καὶ ἀθεραπεύτου κειμένης. ἀλλὰ δόξασόν σου τὸν θεὸν ἰασάμενος αὐτὴν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. παραστὰς γάρ τις ἤδη σκεπτομένῳ ἐμαυτὸν λογισμὸν δοῦναι τοῦτον ἔφη· Λυκόμηδε, παῦσαι τῆς κατὰ σοῦ στρατευομένης ἐννοίας χαλεπῆς οὔσης· μὴ ὑποβάλῃς σεαυτὸν ταύτην· ἐγὼ γὰρ σπλαγχνισθεὶς ἐπὶ τὴν ἐμὴν δούλην Κλεοπάτραν ἔπεμψα ἐκ Μιλήτου ἄνδρα ὀνόματι Ἰωάννην ὅστις αὐτὴν ἀναστήσας ἀποδώσει σοι σῴαν. Μὴ βράδυνε οὖν δοῦλε τοῦ φανερώσαντός μοι θεοῦ σαυτόν, ἀλλὰ σπεῦσον ἐπὶ τὴν πνοὴν μόνην ἔχουσαν γυναῖκα. Καὶ εὐθέως ὁ Ἰωάννης ἀπῄει ἀπὸ τῆς πύλης ἅμα τοῖς σὺν αὐτῷ ἀδελφοῖς καὶ Λυκομήδης εἰς τὸν οἶκον αὐτοῦ. ὁ δὲ Κλεόβιος ἔφη τοῖς αὐτοῦ νεανίσκοις· Ἀπέλθατε πρὸς τὸν συγγενῆ μου Κάλλιππον καὶ ξενίαν ἀρετὴν λάβετε παρ’ αὐτοῦ – ἔχων γὰρ τὸν υἱὸν αὐτοῦ παραγίνομαι ἐκεῖ – ὅπως εὐπρεπῆ τὰ πάντα εὕρωμεν.

XX. Γενόμενος δὲ ὁ Λυκομήδης σὺν τῷ Ἰωάννῃ ἐν τῇ οἰκίᾳ ἐν ᾗ ἡ γυνὴ ἔκειτο πάλιν αὐτοῦ τῶν ποδῶν ἥπτετο λέγων· Ἴδε κύριε τὸ μαρανθὲν κάλλος, ἴδε τὴν νεότητα, ἴδε τὸ διαβόητον ἄνθος τῆς ταλαιπώρου μου γυναικὸς ἐφ’ ᾧ ὅλη ἡ Ἔφεσος ἐξεστήκει· ἐφθονήθην ὁ τάλας, ἐταπεινώθην, ὀφθαλμὸς ἐχθρῶν ἔπληξέ με· οὐδέποτε ἠδίκησα οὐδένα, καίτοι πολλοὺς δυνάμενος βλάψαι, τοῦτο αὐτὸ προορώμενος, μή τι κακὸν ἤ τινα τύχη ταύτην ἴδοιμι φυλασσόμενος. τί οὖν ὄφελος γέγονε Κλεοπάτρα εὐλαβούμενόν με; τί οὖν ὤνησα εὐσεβὴς χρηματίσας ἕως σήμερον; δυσσεβοῦς χείρονα πάσχω ὅτι σὲ τοιαύτην Κλεοπάτραν ὁρῶ κειμένην. οὐκ ὄψεταί με ἥλιος περιπολῶν σοῦ μηκέτι προσομιλοῦντος. φθάσω σε Κλεοπάτρα ἀπολύων ἑαυτὸν τοῦ βίου. ἀφειδήσω τῆς σωτηρίας μου ἔτι νεάνιδος οὔσης. ἀπολογήσομαι τῇ δίκῃ ὡς δικαίως μοι ὑποδράσαντος ἐξὸν δικασθῆναι πρὸ αὐτὴν ὡς ἀδίκως δικάζουσαν. τιμωρήσομαι αὐτὴν εἴδωλον βίου παραγενόμενος. ἐρῶ πρὸς αὐτήν· Σύ μου τὸ φῶς ἐβιάσω Κλεοπάτραν ἀφαρπάσασα· σύ με νεκρὸν ἐποίησας γενέσθαι τοῦτό μοι παρασχομένη· σύ με τὴν πρόνοιαν ἐβιάσω ἐνυβρίσαι ἐκκόψασά μου τὴν παρρησίαν.

XXI. Καὶ ἔτι πλείονα λέγων ὁ Λυκομήδης πρὸς τὴν Κλεοπάτραν προσελθὼν τῇ κλίνῃ ἀναβοῶν ἐθρήνει. ὁ δὲ Ἰωάννης ἀπέσπασεν αὐτὸν εἰπών· Μετάστηθι τῶν θρήνων τούτων καὶ τῶν ἀναρμόστων σου ῥημάτων. οὐ προσήκει ἀπεισθῆναι τῷ θεωμένῳ σοι. ἵστη γὰρ ἀπολαμβάνων τὴν αὐτοῦ σύμβιον. σὺν ἡμῖν τοίνυν στὰς τοῖς διὰ ταύτην ἐληλυθόσιν ἔπευξαι τῷ θεῷ ὃν εἶδες φανεροῦντά σε δι’ ὀνειράτων. τί οὖν ἐστιν ὦ Λυκόμηδες; διυπνίσθητι καὶ αὐτὸς καὶ ἄνοιξόν σου τὴν ψυχήν. ἀπόβαλε τὸν πολὺν ὕπνον ἀπὸ σοῦ. δεήθητι τοῦ κυρίου, παρακάλεσον αὐτὸν ὑπὲρ τῆς συμβίου σου καὶ ἀναστήσῃ. Ὁ δὲ πεσὼν ἐπὶ τοῦ ἐδάφους ἐθρήνει ὁλοψυχῶν. ὁ οὖν Ἰωάννης ἔφη μετὰ δακρύων· Ὢ καινῆς προδοσίας ὁράματος· ὢ καινοῦ πειρασμοῦ ἐμοῦ κατασκευασθέντος· ὢ καινῆς τέχνης τοῦ κατ’ ἐμοῦ τεχνασαμένου. ἡ ἀπ’ οὐρανοῦ φωνὴ ἐνεχθεῖσά μοι ἐν τῇ ὁδῷ ταῦτά μοι ἐπραγματεύσατο; ταῦτά μοι προεδήλωσε τὰ μέλλοντα γενέσθαι ἐνθάδε; παραδιδούς με ὄχλῳ τοσούτῳ τῶν πολιτῶν ἕνεκεν Λυκομήδους; ὁ ἀνὴρ ἄπνους κεῖται, κἀμὲ εὖ οἶδα ὅτι ζῶντα τῆς οἰκίας οὐκ ἐάσει με ἐξελθεῖν. τί μέλλεις κύριε; τί σου τὸ χρηστὸν ἐπάγγελμα ἀποκέκλεικας ἡμῖν; μή, δέομαί σου κύριε, μὴ δῷς χορεῦσαι τῷ ἐπ’ ἀλλοτρίοις κακοῖς ἡδομένῳ· μὴ δῷς τούτῳ ὀρχεῖσθαι τῷ καταγγέλοντι ἡμῶν ἀεί. ἀλλά σου τὸ ἅγιον ὄνομα καὶ τὸ ἔλεος σπευσάτω. ἀνέγειρον πτώματα δύο κατ’ ἐμοῦ γεγενημένα.

XXII. Καὶ δὴ τοῦ Ἰωάννου ἐκβοῶντος ἡ Ἐφεσίων πόλις συνέδραμεν εἰς τὸν οἶκον Λυκομήδους ὡς τετελευτηκότος. ὁ δὲ Ἰωάννης ἰδὼν τὸν πολὺν ὄχλον τὸν ἐληλυθότα εἶπε πρὸς κύριον· Νῦν καιρὸς ἀναψύξεως καὶ παρρησίας τῆς πρὸς σὲ Χριστέ. νῦν καιρὸς κάμνουσιν ἡμῖν τῆς ἐκ σοῦ βοηθείας ἰατρὲ δωρεὰν ἰωμένῳ. ἀκαταγέλαστόν μου τὴν ἐνταῦθα εἴσοδον διαφύλαξον. δέομαί σου Ἰησοῦ, ἐπαμύνω πλήθει τοσούτῳ ἐλθεῖν ἐπὶ σὲ τὸν τῶν ὅλων δεσπότην. ἴδε τὴν θλῖψιν, ἴδε τοὺς κατακειμένους. σὺ κατάρτισον καὶ ἀπὸ τῶν ἐντεῦθεν συνεληλυθότων σκεύη ἅγια εἰς ὑπηρεσίαν τὴν σὴν θεασαμένων τὴν δωρεάν σου. αὐτὸς γὰρ εἶπας Χριστέ· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. Αἰτούμεθα οὖν σε βασιλεῦ οὐ χρυσόν, οὐκ ἄργυρον, οὐχ ὕπαρξιν, οὐ κτῆσιν, οὐδέ τι τῶν ἐπὶ γῆς ὄντων ἀπολλυμένων, ἀλλὰ ψυχὰς δύο δι’ ὧν ἐπιστρέφειν μέλλοντας ἐπὶ τὴν σὴν ὁδόν, ἐπὶ τὴν σὴν μάθησιν, ἐπὶ τὴν σὴν παρρησίαν, ἐπὶ τὴν ἄριστόν σου ἐπαγγελίαν· καταμαθόντες γὰρ τὴν δυναστείαν σου διὰ τοῦ ἐγηγέρθαι τοὺς ἀποψύξαντας σωθήσονταί τινες αὐτῶν. παράσχου οὖν καὶ αὐτὸς ἐλπίδα ἐπὶ σέ. πρόσειμι τοίνυν τῇ Κλεοπάτρᾳ λέγων· Ἀνάστηθι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ.

XXIII. Καὶ προσελθών, ἁψάμενος τοῦ προσώπου αὐτῆς ἔφη Κλεοπάτρα, λέγει ὃν ἐφοβήθη πᾶς ἄρχων καὶ πᾶσα κτίσις, δύναμις, ἄβυσσός τε καὶ σκότος ἅπαν καὶ θάνατος ἀγέλαστος καὶ οὐρανῶν ὕψωμα καὶ ᾅδου κυκλώματα καὶ νεκρῶν ἀνάστασις καὶ πηρῶν ὄψις καὶ τοῦ κοσμοκράτορος ἅπασα ἡ δύναμις καὶ ἡ τοῦ ἄρχοντος ὑπερηφανία· Ἀνάστηθι, καὶ μὴ γίνου πρόφασις πολλοῖς ἀπιστεῖν θέλουσι καὶ θλίψεις ψυχὰς δυναμένας ἐλπίσαι καὶ σωθῆναι. Καὶ ἡ Κλεοπάτρα εὐθέως μετὰ φωνῆς ἐβόησεν· Ἀνίσταμαι δέσποτα· σῷζε τὴν δούλην σου. ἀναστήσεις δέ μου δι’ ἡμερῶν ἑπτὰ ἡ πόλις Ἐφεσίων ἐκινεῖτο ἐπὶ τῷ παραδόξῳ θεάματι. ἠρώτα δὲ ἡ Κλεοπάτρα περὶ τοῦ ἀνδρὸς αὐτῆς Λυκομήδους· ὁ δὲ Ἰωάννης εἶπεν αὐτῇ· Κλεοπάτρα, ἀκίνητον ἔχουσα τὴν ψυχὴν καὶ ἀμετάτρεπτον αὐτόθεν ἕξεις Λυκομήδην τὸν σύμβιόν σου ἐνταῦθά σοι παρεστῶσα, εἴ γε μὴ ταράσσῃ μηδὲ κινῇ ἐπὶ τῷ γεγονότι, πιστεύσασα ἐπὶ τῷ θεῷ μου, ὅστις δι’ ἐμοῦ ζῶντα αὐτὸν χαρίσεται. ἐλθὲ οὖν ἅμα ἐμοὶ εἰς τὸν ἕτερόν σου κοιτῶνα, καὶ θεάσῃ αὐτὸν νενεκρωμένον, ἀνιστάμενον δὲ τῇ τοῦ θεοῦ μου δυνάμει.

XXIV. Καὶ ἡ Κλεοπάτρα ἐλθοῦσα σὺν τῷ Ἰωάννῃ εἰς τὸν κοιτῶνα αὐτῆς καὶ ἰδοῦσα τὸν Λυκομήδην τεθνηκότα αὐτὴ ἕνεκα, ἔπασχε τῇ φωνῇ καὶ τοῖς ὀδοῦσιν ἔτριζε καὶ τὴν γλῶσσαν ἀπέδακνε καὶ τοὺς ὀφθαλμοὺς καμμύουσα δάκρυα προσέβρεχε· καὶ ἠρέμα τῷ ἀποστόλῳ προσεῖχεν. ὁ δὲ Ἰωάννης σπλαγχνισθεὶς ἐπὶ τῇ Κλεοπάτρᾳ ὡς εἶδεν αὐτὴν μὴ μανεῖσαν μηδὲ ἐκστᾶσαν, ἐκάλεσε τὰ τέλεια σπλάγχνα καὶ ἀνυπερήφανα, εἶπε· Κύριε Ἰησοῦ Χριστέ, ὁρᾷς τὸ συνέχον· ὁρᾷς τὴν ἀνάγκην· ὁρᾷς Κλεοπάτραν ἐκβοῶσα τὴν ψυχὴν διὰ τοῦ σιγᾶν· συνέχει γὰρ ἐν ἑαυτῇ τὴν ἀφόρητον μανίαν· ἐπίσταμαι δὲ ὅτι ἕνεκεν τοῦ Λυκομήδους καὶ αὐτὴν ἐπαποθανουμένην. Ἣ δὲ ἠρέμα εἶπε πρὸς Ἰωάννην· Τοῦτο σκέπτομαι δέσποτα καὶ οὐχ ἕτερον. Καὶ προσελθὼν τῷ κλινιδίῳ ὁ ἀπόστολος ἐφ’ οὗ ὁ Λυκομήδης ἔκειτο καὶ λαβόμενος τῆς χειρὸς Κλεοπάτρας ἔφη· Κλεοπάτρα, διὰ τὸν παρεστῶτα ὄχλον καὶ τοὺς ἐπεισελθόντας συγγενεῖς σου μετὰ κραυγῆς ἰσχυρᾶς εἶπόν σου τῷ ἀνδρί· Ἀναστὰς δόξασον τοῦ θεοῦ τὸ ὄνομα, ὅτι νεκροὺς νεκροῖς χαρίζεται. Ἣ δὲ προσελθοῦσα καὶ εἰποῦσα τῷ ἀνδρὶ αὐτῆς καθ’ ἃ ἐδιδάχθη εὐθὺς ἀνέστησεν αὐτόν. ὃ δὲ ἀναστὰς καὶ πεσὼν ἐπὶ τοῦ ἐδάφους τοὺς τοῦ Ἰωάννου πόδας κατεφίλει. ὃ δὲ ἐγείρας αὐτὸν λέγει· Μὴ τοὺς ἐμοὺς πόδας ἄνθρωπε φίλει ἀλλὰ τοὺς τοῦ θεοῦ οὗ δυνάμει ἀνέστητε ἀμφότεροι.

XXV. Ὁ δὲ Λυκομήδης τῷ Ἰωάννῃ ἔφη· Παρακαλῶν σε ἐνορκίζω οὗ ὀνόματι ἤγειρας ἡμᾶς θεοῦ σὺν ἡμῖν μεῖναι ἅμα τοῖς σύν σοι πᾶσιν. Ὁμοίως δὲ καὶ ἡ Κλεοπάτρα τῶν ποδῶν αὐτοῦ ἁπτομένη ταὐτὰ ἔλεγεν. ὁ δὲ Ἰωάννης ἔφη αὐτοῖς· Αὔριον παρ’ ὑμῖν ἔσομαι. Κἀκεῖνοι πάλιν αὐτῷ ἔφησαν· Ἐλπὶς ἡμῖν οὐκ ἔστιν ἐν τῷ θεῷ σου, ἀλλὰ μάτην εἴημεν ἐγηγερμένοι, ἐὰν μὴ μείνῃς παρ’ ἡμῖν. Καὶ ὁ Κλεόβιος ἅμα τῷ Ἀριστοδήμῳ καὶ ὁ Δαμόνικος πληγέντες τὰς ψυχὰς ἔφησαν τῷ Ἰωάννῃ· Μείνωμεν πρὸς αὐτοὺς ὅπως ἀσκανδάλιστοι μείνωσι πρὸς τὸν κύριον. Ὃ δὲ ἐπέμεινεν ἐκεῖ σὺν τοῖς ἀδελφοῖς.

XXVI. Συνῆλθον οὖν πλήθους πολλοῦ συναγωγὴ τοῦ Ἰωάννου ἕνεκα. καὶ ἐν τῷ ὁμιλεῖν αὐτὸν τοῖς παροῦσιν ὁ Λυκομήδης φίλον εὐφυῆ ἔχων ζωγράφον δρομαῖος ἐπ’ αὐτὸν ἦλθε, καὶ λέγει αὐτῷ· Ὁρᾷς ἐμὲ αὐτὸν ἐσκυλμένον πρὸς σέ· ἐλθὲ ταχέως εἰς τὴν οἰκίαν, καὶ ὃν ὑποδείκνυμί σοι τοῦτον γράψον μὴ ἐπισταμένου αὐτοῦ. Καὶ ὁ ζωγράφος ἐπιδούς τινι τὰ ἑαυτοῦ ἐπιτήδεια ἐργαλεῖα καὶ χρώματα εἶπε τῷ Λυκομήδῃ· Ὑπόδειξόν μοι αὐτὸν καὶ τοῦ λοιποῦ ἔσο ἀφρόντιστος. Καὶ ὁ Λυκομήδης δείξας τὸν Ἰωάννην τῷ ζωγράφῳ καὶ ἐγγίσας καὶ συγκλείσας εἴς τινα οἶκον ἀφ’ οὗ ἑωρᾶτο ὁ τοῦ Χριστοῦ ἀπόστολος· συνῆν δὲ ὁ Λυκομήδης τῷ μακαρίῳ εὐωχούμενος τῇ πίστει καὶ τῇ γνώσει τοῦ θεοῦ ἡμῶν, ἐπὶ πλεῖον δὲ ἠγαλλιάσατο ὅτι ἐν εἰκόνι ἤμελλεν αὐτὸν ἔχειν.

XXVII. Ὁ οὖν ζωγράφος τῇ πρώτῃ ἡμέρᾳ σκιαγραφήσας αὐτὸν ἀπηλλάγη· τῇ δὲ ἑξῆς καὶ τοῖς χρώμασιν αὐτὸν κατεκέρασε, καὶ οὕτως τῷ Λυκομήδει χαίροντι τὴν εἰκόνα ἀπέδωκεν. ἣν λαβὼν καὶ ἀναθεὶς εἰς τὸν ἑαυτοῦ κοιτῶνα ἔστεφεν· ὡς ὕστερον γνόντα τὸν Ἰωάννην εἰπεῖν αὐτῷ· Ἀγαπητόν μου τέκνον, τί διαπράττῃ ἀπὸ τοῦ βαλανείου εἰσερχόμενος εἰς τὸν κοιτῶνά σου μόνος; ἐγὼ οὐχὶ σὺν σοὶ καὶ τοῖς λοιποῖς ἀδελφοῖς εὔχομαι; ἢ ἡμᾶς κρύπτεις; Καὶ ταῦτα λέγων καὶ παίζων μετ’ αὐτοῦ εἴσεισιν εἰς τὸν κοιτῶνα· καὶ ὁρᾷ εἰκόνα περιεστεμμένην πρεσβύτου καὶ παρακειμένους λύχνους καὶ βωμοὺς ἔμπροσθεν. καὶ φωνήσας αὐτὸν εἶπε· Λυκόμηδες, τί βούλεταί σοι τὸ τῆς εἰκόνος ταύτης; τῶν θεῶν σού τις τυγχάνει ὁ γεγραμμένος; ὁρῶ γάρ σε ἔτι ἐθνικῶς ζῶντα. Καὶ ὁ Λυκομήδης αὐτῷ ἀπεκρίνατο· Ὁ θεὸς μέν μοί ἐστιν ἐκεῖνος μόνος ὁ ἐμὲ ἐγείρας ἐκ τοῦ θανάτου μετὰ τῆς συμβίου μου. εἰ δέ γε καὶ μετὰ τὸν θεὸν ἐκεῖνον τοὺς εὐεργέτας ἡμῶν ἀνθρώπους θεοὺς χρὴ καλεῖσθαι, σὺ εἶ πάτερ ὁ ἐν τῇ εἰκόνι γεγραμμένος μοι, ὃν στέφω καὶ φιλῶ καὶ σέβομαι ὁδηγὸν ἀγαθόν μοι γεγονότα.

XXVIII. Καὶ ὁ Ἰωάννης μηδέποτε τὸ ἑαυτοῦ πρόσωπον θεασάμενος εἶπεν αὐτῷ· Παίζεις με τέκνον, τοιοῦτός εἰμι τῇ μορφῇ τὸν κύριόν σου; πῶς με πείθεις ὅτι μοι ἡ εἰκὼν ὁμοία ὑπάρχει; Καὶ ὁ Λυκομήδης αὐτῷ προσήγαγε κάτοπτρον· καὶ ἰδὼν ἑαυτὸν ἐν τῷ κατόπτρῳ καὶ ἀτενίσας τῇ εἰκόνι εἶπε· Ζῇ κύριος Ἰησοῦς Χριστός, ὁμοία μοι ἡ εἰκών· οὐκ ἐμοὶ δὲ τέκνον ἀλλὰ τῷ σαρκικῷ μου εἰδώλῳ· εἰ γὰρ θέλει με ὁ ζωγράφος οὗτος ὁ μιμησάμενός μου τὴν ὄψιν ταύτην ἐν εἰκόνι γράψαι, χρωμάτων τῶν δεδομένων σοι νῦν ἀπορῆσαι αὐτὸν καὶ σανίδων καὶ τόπου καὶ πόλις καὶ σχήματος μορφῆς καὶ γήρους καὶ νεότητος καὶ πάντων τῶν ὁρωμένων.

XXIX. γενοῦ δέ μοι σὺ ἀγαθὸς ζωγράφος Λυκόμηδες· ἔχεις χρώματα ἅ σοι δίδωσι δι’ ἐμοῦ ὁ ἑαυτῷ πάντας ἡμᾶς ζωγραφῶν Ἰησοῦς, ὁ τὰς μορφὰς καὶ τὰ εἴδη καὶ τὰ σχήματα καὶ τὰς διαθέσεις καὶ τοὺς τύπους τῶν ψυχῶν ἡμῶν ἐπιστάμενος. ἔστι δὲ ταῦτα τὰ χρώματα ἅπερ σοι λέγω ζωγραφεῖν πίστις ἡ εἰς θεόν, γνῶσις, εὐλάβεια, φιλία, κοινωνία, πρᾳότης, χρηστότης, φιλαδελφία, ἁγνεία, εἰλικρίνεια, ἀταραξία, ἀφοβία, ἀλυπία, σεμνότης, καὶ ὅλος ὁ τῶν χρωμάτων χορὸς ὁ εἰκονογραφῶν σου τὴν ψυχήν, καὶ καταβεβλημένα σου τὰ μέλη ἀνεγείρων ἤδη, τὰ δὲ ἐπηρμένα ὁμαλίζων, καὶ τὰς πληγὰς θεραπεύων καὶ τὰ τραύματα ἰώμενος καὶ τὰς πειρωμένας σου τρίχας συντιθεὶς καὶ τὸ πρόσωπόν σου νίπτων καὶ τοὺς ὀφθαλμούς σου παιδεύων καὶ τὰ σπλάγχνα σου καθαρίζων καὶ τὴν γαστέρα σου κοιλαίνων καὶ τὰ ὑπογάστριά σου ἐκκόπτων· καὶ ἁπλῶς ὅλη συνελθοῦσα τῶν τοιούτων χρωμάτων καὶ μείξεις ἐπὶ τὴν ψυχήν σου ἀνέκπληκτον καὶ ἄξεστον καὶ στερεόμορφον αὐτὴν ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καταστήσει· ὃ δὲ νῦν διεπράξω παιδιῶδες καὶ ἀτελές· ἔγραψας νεκροῦ νεκρὰν εἰκόνα.

XXX. Καὶ κελεύσας Βήρῳ τῷ διακονοῦντι αὐτῷ ἀδελφῷ τὰς ἐν ὅλῃ τῇ Ἐφέσῳ ἀγαγεῖν πρεσβυτέρας, ἡτοιμάζετο δὲ ἅμα τῇ Κλεοπάτρᾳ καὶ τῷ Λυκομήδει τὰ πρὸς ἐπιμέλειαν. ἦλθεν οὖν ὁ Βῆρος λέγων τὸν Ἰωάννην· Τῶν ἐνθάδε οὐσῶν πρεσβυτίδων ὑπὲρ ἑξήκοντα τεσσάρων μόνον τῷ σώματι ὑγιαινούσας εὗρον, τῶν δὲ λοιπῶν τινὰς δὲ καὶ παραλυτικὰς καὶ ἄλλας νοσούσας. Ὁ δὲ Ἰωάννης ταῦτα ἀκούσας καὶ ἐπὶ πολὺ ἡσυχάσας καὶ τὸ πρόσωπον αὐτοῦ ἀποτρίβων εἶπεν· Ὢ ἀτονία τῶν ἐν Ἐφέσῳ οἰκούντων· ὢ πράγματα ἐκλελυμένα καὶ ἀσθένεια ἡ πρὸς τὸν θεόν· ὢ χρόνῳ ἐμπαίξας Ἐφεσίων τοῖς πιστοῖς διάβολε· Ἰησοῦς μοι χάριν διδοὺς καὶ δωρεὰν ἔχειν με τῆς ἐν αὐτῷ παρρησίας λέγει μοι νῦν σιγῶν· Μετάπεμψαι τὰς νοσούσας γραίας καὶ γενοῦ ἅμα αὐταῖς ἐν τῷ θεάτρῳ καὶ δι’ ἐμοῦ θεράπευσον αὐτάς· εἰσὶ γάρ τινες τῶν ἐρχομένων ἐπὶ τῇ θέᾳ ταύτῃ οὓς διὰ τῶν τοιούτων ἰάσεων εἴ τι χρήσιμον γενόμενος ἐπιστρέψω.

XXXI. Τοῦ δὲ παντὸς ὄχλου συνελθόντος πρὸς τὸν Λυκομήδην τοῦ Ἰωάννου ἕνεκα ἀπετάξατο πᾶσι λέγων· Αὔριον γίνεσθε ἐν τῷ θεάτρῳ ὁπόσοι βούλεσθε τὴν τοῦ θεοῦ δύναμιν. Οἱ δὲ ὄχλοι τῇ ἐπαύριον ἐκ νύκτωρ ἦλθον εἰς τὸ θέατρον· ὡς καὶ τὸν ἀνθύπατον γνόντα σπεῦσαι καὶ συγκαθίσαι τῷ παντὶ ὄχλῳ. Ἀνδρόνικος δέ τις στρατηγός, πρῶτος ὢν τῶν Ἐφεσίων κατ’ ἐκεῖνο καιροῦ, ἐφήμιζεν ἀδύνατα καὶ ἄπιστα τῷ Ἰωάννῃ ὑπεσχνεῖσθαι· Εἰ δέ τι τοιοῦτον ὁποῖον ἀκούω, ἔλεγεν, ἔχειν, τὸ δημόσιον θέατρον ἀνεῳγὸς εἰσιέτω γυμνός, μηδὲν ἐπὶ τῶν χειρῶν αὐτοῦ κρατῶν, μηδὲ τὸ μαγικὸν ἐκεῖνο ὀνομαζέτω ὄνομα ὃ ἀκήκοα αὐτοῦ λέγοντος.

XXXII. Ταῦτα οὖν γνοὺς ὁ Ἰωάννης καὶ κινηθεὶς ὑπὸ τῶν ῥημάτων τούτων ἐκέλευσε τὰς πρεσβύτιδας εἰς τὸ θέατρον ἀχθῆναι. ὡς δὲ εἰσήχθησαν πᾶσαι, αἳ μὲν κραββάτοις αἳ δὲ νυσταγμῷ κείμεναι αὐτῶν, εἰς τὸ μέσον, καὶ τῆς πόλεως συνδραμούσης, σιγῆς πολλῆς γενομένης, ὁ Ἰωάννης ἀνοίξας τὸ στόμα αὐτοῦ ἤρξατο λέγειν·

XXXIII. Ἄνδρες Ἐφέσιοι, γνῶτε πρῶτον τίνος ἕνεκεν τῇ ὑμετέρᾳ πόλει ἐπιδημῶ, ἢ τίς ἡ τοσαύτη μου παρρησία πρὸς ὑμᾶς, ὡς καὶ τῷ κοινῷ τούτῳ βουλευτηρίῳ πᾶσιν ἡμῖν καταδήλου γενέσθαι. ἀπέσταλμαι οὖν ἀποστολὴν οὐκ ἀνθρωπίνην οὐδὲ ἀποδημίαν ματαίαν· οὐδέ τις ἔμπορος τυγχάνω ἀντιπράσεις ποιούμενος ἢ ἀντικαταλλαγάς, ἀλλ’ ὑμᾶς ὅλους ἐπιστρέφων ἀπιστίᾳ κεκρατημένους καὶ ἐπιθυμίαις αἰσχραῖς πεπραμένους ὃν κηρύσσω Ἰησοῦν Χριστὸν εὔσπλαγχνος ὢν καὶ χρηστὸς βούλεται δι’ ἐμοῦ τῆς πλάνης ὑμᾶς ἐξελέσθαι· οὗ δυνάμει καὶ τὴν τοῦ στρατηγοῦ ὑμῶν ἀπιστίαν ἐλέγξω τὰς ἔμπροσθεν ἡμῶν κατακειμένας ἀνιστῶν, ἃς πάντες ὁρᾶτε ἐν οἵῳ δὴ καὶ ἐν ποίοις νόσοις ὑπάρχετε· καὶ οὐκ ἔστι μοι νῦν τοῦτο ὀλυσμένων αὐτῶν καὶ θεραπείαις συναιρεθήσονται.

XXXIV. ἐκεῖνο δὲ ἐβουλόμην πρῶτον ἐγκατασπεῖραι ὑμῶν ταῖς ἀκοαῖς τῷ τῶν ψυχῶν ἐπιμελεῖσθαι, οὗ ἕνεκεν παραγέγονα πρὸς ὑμᾶς, μὴ προσδοκᾶν τὸν χρόνον τοῦτον αἰῶνα ὑπάρχειν ὅς ἐστι ζυγοῦ, μηδὲ θησαυρίζειν ἐπὶ τῆς γῆς ἔνθα ἅπαντα μαραίνεται· μηδὲ ἡγεῖσθε παίδων ὑμῖν συγγινομένων αὐτοῖς ἀναπεπαῦθαι· μηδὲ τούτων ἕνεκεν ἀποστερεῖν καὶ πλεονεκτεῖν πειρᾶσθε· μηδὲ λυπῇσθε οἱ πένητες εἰ μὴ ἔχητε ταῖς ἡδοναῖς ὑπηρετεῖν· καὶ γὰρ οἱ ἔχοντες ἐν νόσοις γενόμενοι μακαρίζουσι· μηδὲ ὑμεῖς οἱ πλούσιοι χαίρετε ἐπὶ τῷ ἔχειν πλείονα χρήματα· ἐν γὰρ τῷ ταῦτα κεκτῆσθαι ἀχώριστον τὴν λύπην πορίζεσθε ἀπολυόμενοι αὐτῶν· καὶ πάλιν φοβεῖσθε παρόντες μή τις πείθεται ὑμῖν αὐτῶν ἕνεκα.

XXXV. ὁ δὲ ἐν εὐμορφίᾳ σώματος ἐπαιρόμενος καὶ τὸ βλέμμα ἐπανατείνων τὸ τέλος γοῦν τῆς ἐπαγγελίας ἐπὶ τοῦ μνήματος θεάσῃ· ὁ δὲ μοιχείᾳ χαίρων γνῶθι ὅτι καὶ νόμῳ καὶ φύσις τετιμώρηται καὶ πρὸ τούτων ἡ συνείδησις. ἡ δὲ μοιχευομένη γυνὴ αὔταρκις οὖσα τῷ νόμῳ ἀγνοεῖς ὅπου καντατήσεις. ὁ δὲ τοῖς δεομένοις μὴ κοινωνῶν, ἔχων δὲ χρήματα ἀπόθεται, ἀπαλλαγεὶς τοῦ σώματος τούτου καὶ δεόμενός τινος ἐλέους ἐν πυρὶ φλεγόμενος οὐχ ἕξει τὸν ἐλεοῦντα. ὁ δὲ ὀργίλος καὶ μανιώδης γνῶθι ὅτι ὅμοια τοῖς ἀλόγοις ζῴοις πολιτεύῃ. ὁ δὲ μέθυσος καὶ αἰρετικὸς κατάμαθε ὅτι ἐξίσταται τῶν φρενῶν δουλεύων αἰσχρᾷ καὶ ῥυπαρᾷ ἐπιθυμίᾳ.

XXXVI. ὁ δὲ χρυσῷ χαίρων καὶ ἐλεφαντίνων καὶ λίθοις τερπόμενος νυκτὸς ἐπελθούσης ἃ φιλεῖς θεᾶσαι; ὁ δὲ μαλακαῖς ἐσθῆσι νικώμενος, εἶτα δὲ ἀπαλλασσόμενος τοῦ βίου, ταῦτα ὀφλῆσαι κἀκεῖ ὅπου πορεύῃ; ὁ δὲ φονεὺς γινωσκέτω τὴν ἀξίαν τιμωρίαν διπλῆν ἀποκεῖσθαι μετὰ τὴν ἐνθένδε λύσιν. ὁμοίως καὶ ὁ φαρμακός, ὁ περίεργος, ὁ ἅρπαξ, ὁ ἀποστερητής, ὁ ἀρσενοκοίτης, ὁ κλέπτης, καὶ ὁπόσοι τοιούτου χοροῦ ὑπάρχοντες, τῶν ἔργων ὑμῶν καθηγουμένων ἐπὶ πῦρ ἄσβεστον καὶ σκότος μέγιστον καὶ βυθὸς κολαστηρίων καὶ ἀπειλὰς αἰωνίους καταντήσετε. ὅθεν ἄνδρες Ἐφέσιοι ἐπιστρέψατε ἑαυτούς, ἐπιστάμενοι καὶ τοῦτο ὅτι οἱ βασιλεῖς, οἱ δυνάσται, οἱ τύραννοι, οἱ ἀλαζόνες, οἱ πολέμους χειρωσάμενοι γυμνοὶ τῶν ἐνθένδε ἀπαλλασσόμενοι, ἐν κακοῖς δὲ αἰωνίοις συγγινόμενοι ὀδυνῶνται.

XXXVII. Καὶ ταῦτα εἰπὼν ὁ Ἰωάννης δυνάμει θεοῦ ἰάσατο πάσας τὰς νόσους. οἱ δὲ ἀπὸ Μιλήτου ἀδελφοὶ ἔφησαν τῷ Ἰωάννῃ· Πολὺν χρόνον ἐν τῇ Ἐφέσῳ μεμενήκαμεν· εἰ δοκεῖ σοι, καὶ εἰς Σμύρνην πορευθῶμεν. ἤδη γὰρ ἀκούομεν τὰ μεγαλεῖα τοῦ θεοῦ κἀκεῖ κεχωρηκότα. Καὶ ὁ Ἀνδρόνικος ἔφη αὐτοῖς· Ὁπόταν ὁ διδάσκαλος θέλῃ, τότε πορευθῶμεν. Ὁ δὲ Ἰωάννης ἔφη· Πρῶτον ἐν τῷ τῆς Ἀρτέμιδος ναῷ πορευθῶμεν. τάχα γὰρ κἀκεῖ ἡμῶν ὀφθέντων εὑρεθήσονται τοῦ κυρίου οἱ δοῦλοι.

XXXVIII. Ἦν οὖν μετὰ δύο ἡμέρας ἡ γενέθλιος τοῦ εἰδωλείου. ὁ οὖν Ἰωάννης πάντων λευκοφορούντων μόνος ἐνδυσάμενος μέλανα ἀνῄει εἰς τὸν ναόν· οἳ δὲ συλλαβόμενοι αὐτὸν ἀνελεῖν ἐπειρῶντο. ὁ δὲ Ἰωάννης ἔφη· Μεμήνατε ἐπιχειροῦντες ἐμοὶ ἄνδρες δοῦλοι τοῦ μόνου θεοῦ. Καὶ ἀνελθὼν ἐπί τινα βάσιν ὑψηλὴν ἔλεγε πρὸς αὐτούς·

XXXIX. Κινδυνεύετε ἄνδρες Ἐφέσιοι θαλάσσης ἐπέχειν τρόπον. πᾶς ποταμὸς ἀπορρέων καὶ πᾶσα πηγὴ κατατρέχουσα, ὄμβρον τε καὶ ἐπάλληλοι κλύδωνες καὶ χειμάρροι πετρώδεις ὑπὸ τῆς ἐν αὐτῇ πικρᾶς ἐπαγγελίας συνεξαλμυροῦνται· οὕτω καὶ ὑμεῖς ἀμετάθετοι ἕως σήμερον πρὸς τὴν ὄντως εὐσέβειαν γεγόνατε ὑποφθειρόμενοι ἐν τοῖς παλαιοῖς ὑμῶν θρησκεύμασι. πόσα εἴδετε δι’ ἐμοῦ τεράστια, ἰάσεις νόσων; καὶ ἔτι πεπήρωσθε τὰς καρδίας καὶ οὐ δύνασθε ἀναβλέψαι. τί οὖν ἐστιν ἄνδρες Ἐφέσιοι; τολμήσας νῦν ἀνῆλθον καὶ εἰς τοῦτο ὑμῶν τὸ εἰδωλεῖον, διελέγξω ὑμᾶς ἀθεωτάτους ὄντας καὶ νεκροὺς τῶν ἀνθρωπίνων λογισμῶν. ἰδοὺ ἕστηκα ἐνθάδε· πάντες ὑμεῖς θεὰν εἶναι λέγετε ἔχειν τὴν Ἄρτεμιν· εὔξασθε ἐν ἐκείνῃ ἵνα ἐγὼ μόνος ἀποθάνω· ἢ μόνος ἐγώ, μὴ δυναμένων ὑμῶν τοῦτο ποιῆσαι, τὸν ἴδιόν μου θεὸν ἐπικαλεσάμενος διὰ τὴν ἀπιστίαν ὑμῶν πάντας ὑμᾶς θανατώσω.

XL. Οἱ δὲ πεπειραμένοι αὐτοῦ πάλαι καὶ θεασάμενοι νεκροὺς ἐγηγερμένους ἐβόων· Μὴ οὕτως ἀνέλῃς ἡμᾶς, παρακαλοῦμέν σε Ἰωάννη· ἐπιστάμεθα οὖν ὅτι δύνῃ. Καὶ ὁ Ἰωάννης ἔφη αὐτοῖς· Εἰ οὖν μὴ θέλετε ὑμεῖς ἀποθανεῖν, ἐλεγχθήτω τὸ θρήσκευμα ὑμῶν καὶ ἐφ’ ᾧ ἐλέγχετε, ὅπως καὶ ὑμεῖς ἀποστήσησθε τῆς παλαιᾶς ὑμῶν πλάνης. νῦν γὰρ μάλιστα ἢ αὐτοὶ ἐπιστρέψατε διὰ τοῦ θεοῦ μου ἢ αὐτὸς ἀποθανοῦμαι διὰ τῆς θεᾶς ὑμῶν· εὔξομαι γὰρ ἐνώπιον ὑμῶν παρακαλέσας μου τὸν θεὸν ἐλεηθῆναι ὑμᾶς.

XLI. Καὶ εἰπὼν ταῦτα προσηύξατο οὕτως· Ὁ θεὸς ὁ ὑπὲρ πάντων λεγομένων θεῶν ὑπάρχων θεός· ὁ μέχρι σήμερον ἐν τῇ Ἐφεσίων πόλει ἀθετούμενος· ὁ ὑπερβαλών μου τῇ διανοίᾳ ἐλθεῖν εἰς τὸν τόπον τοῦτον ὃν οὐδέποτε ἐν νῷ εἶχον· ὁ πᾶσαν θεοσέβειαν ἐλέγξας διὰ τῆς σῆς ἐπιστροφῆς· οὗ ὀνόματι πᾶν εἴδωλον φεύγει καὶ πᾶς δαίμων δύναμίς τε καὶ πᾶσα ἀκάθαρτος· καὶ νῦν φεύγων τῷ ὀνόματι τῷ σῷ τοῦ ἐνθάδε δαίμονος, ὅστις πλανᾷ τοσοῦτον ὄχλον, δεῖξον τὸ σὸν ἔλεος ἐν τῷ τόπῳ τούτῳ, ὅτι πεπλάνηνται.

XLII. Καὶ ἅμα τῷ λέγειν τὸν Ἰωάννην ταῦτα ἐξαπίνης ὁ βωμὸς τῆς Ἀρτέμιδος διέστη εἰς μέρη πολλά, καὶ τὰ ἐν τῷ ναῷ ἀνακείμενα ἄφνω πάντα εἰς ἔδαφος ἔπεσε, καὶ τὸ δόξαν αὐτῷ διερράγη, ὁμοίως καὶ τῶν ξοάνων πλεῖον τῶν ἑπτά· καὶ τὸ τοῦ ναοῦ ἥμισυ κατέπεσεν, ὡς καὶ τὸν ἱερέα κατερχομένου τοῦ στυμόνος μονόπληγα ἀναιρεθῆναι. ὁ οὖν ὄχλος Ἐφεσίων ἐβόα· Εἷς θεὸς Ἰωάννου, εἷς θεὸς ὁ ἐλεῶν ἡμᾶς, ὅτι σὺ μόνος θεός, νῦν ἐπεστρέψαμεν ὁρῶντές σου τὰ θαυμάσια· ἐλέησον ἡμᾶς ὁ θεὸς ὡς θέλεις, καὶ τῆς πολλῆς πλάνης ῥῦσαι ἡμᾶς. Καὶ οἳ μὲν αὐτῶν ἐπ’ ὄψιν κείμενοι ἐλιτάνευον· οἳ δὲ τὰ γόνατα κλίνοντες ἐδέοντο· οἳ δὲ τὰς ἐσθῆτας διαρρήξαντες ἔκλαιον· οἳ δὲ φυγεῖν ἐπειρῶντο.

XLIII. Ὁ δὲ Ἰωάννης ἀνατείνας αὐτοῦ τὰς χεῖρας ἐπαρθεὶς τὴν ψυχὴν εἶπε πρὸς τὸν κύριον· Δόξα σοι Ἰησοῦ μου ὁ τῆς ἀληθείας μόνος θεός, ὅτι σὺ τοὺς σοὺς δούλους τέχνῃ ἀπολαμβάνεις ποικίλῃ. Καὶ τοῦτο εἰπὼν εἶπε πρὸς τὸν ὄχλον· Ἀνάστητε ἀπὸ τοῦ ἐδάφους ἄνδρες Ἐφέσιοι, καὶ εὔξασθε τῷ θεῷ μου, καὶ γνῶτε αὐτοῦ τὴν ἀφανῆ δύναμιν εἰς τὸ φανερὸν ὁρωμένην καὶ τὰ θαυμαστὰ ἔργα παρ’ ὀφθαλμοῖς ὑμῶν γινόμενα. ἔδει τὴν Ἄρτεμιν βοηθῆσαι αὐτήν· ἔδει τὸν ταύτης δοῦλον βοηθηθῆναι παρ’ αὐτῆς καὶ μὴ ἀποθανεῖν. ποῦ ἡ δύναμις τῆς δαίμονος; ποῦ αἱ θυσίαι; ποῦ αἱ γενίθλιαι ἡμέραι; ποῦ αἱ ἑορταί; ποῦ τὰ στεφανώματα; ποῦ ἡ πολλὴ μαγεία καὶ ἡ ταύτῃ ἀδελφὴ φαρμακεία;

XLIV. Οἱ δὲ ὄχλοι ἀναστάντες τοῦ ἐδάφους πορευθέντες δρομαῖοι καὶ τὰ λοιπὰ τοῦ εἰδωλείου κατέβαλον βοῶντες· Τὸν Ἰωάννου θεὸν μόνον οἴδαμεν, ὃν καὶ λοιπὸν προσκυνοῦμεν ἐλεηθέντες ὑπ’ αὐτοῦ. Καὶ καταβαίνοντος ἐκεῖθεν τοῦ Ἰωάννου πολὺ πλῆθος αὐτοῦ ἥπτετο λέγοντες· Βοήθησον ἡμῖν Ἰωάννη· παράστα ἡμῖν ἀπολλυμένοις ματαίοις. ὁρᾷς τὴν προαίρεσιν· ὁρᾷς τὸν ἀκολουθοῦντά σοι ὄχλον ἀποκρεμάμενον ἐλπίδι τῇ πρὸς τὸν θεόν σου· εἴδομεν τὴν ὁδὸν ἣν ἐπλανήθημεν ἀπολέσαντες· εἴδομεν τοὺς θεοὺς ἡμῶν ματαίως ἱδραμένους· εἴδομεν τὸν ἐν αὐτοῖς πολὺν καὶ αἰσχρὸν καταγέλωτα. ἀλλ’ ἐπίτρεπε ἡμῖν, δεόμεθά σου, παραγενομένοις εἰς τὴν οἰκίαν βοηθεῖσθαι ἀκωλύτως. δέχου ἡμᾶς τοὺς ἐν ἀπορίᾳ γεγονότας.

XLV. Ὁ δὲ Ἰωάννης εἶπεν αὐτοῖς· Ἄνδρες πιστεύσατε ὅτι ὑμῶν ἕνεκεν ἐν τῇ Ἐφεσίων πόλει ἔμεινα, τὴν ὁρμὴν εἰς Σμύρνην ἐσχηκὼς καὶ τὰς λοιπὰς πόλεις, ὅπως καὶ οἱ ἐκεῖ δοῦλοι τοῦ Χριστοῦ ἐπιστρέψουσι πρὸς αὐτόν. ἀλλ’ ἐπειδὴ ἀνισταμένην μηδέπω ἐν ὑμῖν τελείως ἀναπεπαυμένος, μεμένηκα εὐχόμενός μου τῷ θεῷ, καὶ παρεκάλουν αὐτὸν τότε ἐξελθεῖν Ἐφέσου ὁπόταν ὑμᾶς στηρίξω· ὃ καὶ ἰδὼν γεγονὼς καὶ ἔτι μᾶλλον γινόμενος οὐκ ἀπολειφθήσομαι ὑμῶν μέχρις ἂν καθάπερ παῖδας τοῦ τῆς τροφοῦ γάλακτος ἀποσπάσω καὶ ἐπὶ στερεὰν πέτραν καταστήσω.

XLVI. Ἐπέμενεν οὖν ὁ Ἰωάννης παρ’ αὐτοῖς εἰσδεχόμενος αὐτοὺς τοῖς ἐν τοῖς Ἀνδρονίκου. ἐν οἷς τις τῶν συνεδρευόντων καὶ τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ τοῦ ἱεροῦ τοῦ πυλῶνος ἀναπαύσας νεκρὸν εἰσεπήδησεν ἔνδον σὺν τοῖς λοιποῖς μηδενὶ εἰπών, συγγενὴς αὐτοῦ ὑπάρχων. ὁ οὖν Ἰωάννης μετὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἀδελφοὺς καὶ τὴν εὐχὴν καὶ τὴν εὐχαριστίαν καὶ μετὰ τὴν χειροθεσίαν τὴν ἐφ’ ἑκάστου τῶν συνεδρευόντων ποιησάμενος ἔφη ἐν τῷ πνεύματι· Ἐπὶ ταύτης τῶν ἐνθάδε πίστει τῇ εἰς θεὸν ἀγόμενος, τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ τοῦ πυλῶνος ἀναπαύσας εἰσῆλθεν, τῷ τῆς ψυχῆς τῆς ἑαυτοῦ πόθῳ πρότερον τὴν ἑαυτοῦ ἐπιμέλειαν ποιούμενος ἐνεθυμήθη τοῦτο ἐν ἑαυτῷ· Ἄμεινον ἐμὲ τοῦ ζῶντος φροντίζειν ἢ τοῦ νεκροῦ μου συγγενοῦς· οἶδα γὰρ ὅτι ἐπιστρέψαντός μου πρὸς κύριον καὶ διασῴσαντος τὴν ἐμαυτοῦ ψυχὴν οὐκ ἀντερεῖ ὁ Ἰωάννης καὶ τὸν νεκρὸν ἀναστῆσαι. Καὶ ἀναστὰς τοῦ τόπου ὁ Ἰωάννης ἐπορεύθη κατ’ ἐκεῖνον καθ’ ὃν ὁ ταῦτα ἐννοήσας εἰσῆλθε συγγενὴς τοῦ ἱερέως, καὶ λαβόμενος αὐτοῦ τῆς χειρὸς εἶπεν· Ἐνεθυμήθης ταῦτα παραγενόμενος πρός με τέκνον; Κἀκείνῳ τρόμῳ καὶ φρίκῃ συνεχόμενος εἶπε Ναὶ κύριε, ῥίψας ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ. Καὶ ὁ Ἰωάννης· Ὁ κύριος ἡμῶν ἐστιν Ἰησοῦς Χριστός, ὅστις τὴν δύναμιν αὐτοῦ δείξει ἐν τῷ νεκρῷ σου συγγενεῖ ὁ ἀναστήσας αὐτόν.

XLVII. Καὶ ἀναστήσας τὸν νεανίσκον καὶ τῆς χειρὸς αὐτοῦ λαβόμενος εἶπεν· Οὐκ ἔστι μέγας ἀνδρὶ μεγάλων μυστηρίων κρατούντων ἔτι ἐν τοῖς μικροῖς κατατρίβεσθαι. ἢ τί μέγα νόσοις νόσους σωματικὰς ἀπαλλάττεσθαι; Καὶ ἔτι τὸν νεανίσκον ἐκ τῆς χειρὸς κρατῶν ἔφη· Σοὶ λέγω τέκνον, πορευθεὶς αὐτὸς τὸν τεθνεῶτα ἔγειρον μηδὲν εἰπὼν ἢ τοῦτο μόνον· Λέγει σοι ὁ τοῦ θεοῦ δοῦλος Ἰωάννης· Ἀνάστα. Ὁ δὲ νιανίσκος πορευθεὶς ἐπὶ τὸν ἴδιον συγγενῆ μόνον τοῦτο εἰπὼν συνόντος αὐτοῦ ὄχλου πολλοῦ, ἔχων αὐτὸν ζῶντα εἰσῆλθεν εἰς τὸν Ἰωάννην. ὁ δὲ Ἰωάννης ἰδὼν τὸν ἐγηγερμένον εἶπε· Νῦν ἀναστὰς οὐ ζῆς ὄντως οὐδὲ τῆς ἀληθινῆς ζωῆς κοινωνὸς καὶ κληρονόμος· βούλει γενέσθαι οὗ ὀνόματι καὶ δυνάμει ἀνέστης; καὶ νῦν πίστευσον, καὶ ζήσεις εἰς ἅπαντας αἰῶνας. Ὃ δὲ αὐτόθι πιστεύσας ἐπὶ τὸν κύριον Ἰησοῦν ἦν λοιπὸν προσκαρτερῶν τῷ Ἰωάννῃ.

XLVIII. Τῇ δὲ ἑξῆς ἡμέρᾳ ὄναρ θεασάμενος ὁ Ἰωάννης μίλια τρία ἔξω πυλῶν περιπατῆσαι, οὐκ ἠμέλησεν, ἀλλ’ ὄρθρου ἀναστὰς ἅμα τοῖς ἀδελφοῖς ἐπὶ τὴν ὁδὸν ἐβάδιζε. καί τις χωρικὸς νουθετούμενος ὑπὸ τοῦ ἰδίου πατρὸς ὅπως τὴν τοῦ συνεργοῦ γυναῖκα μὴ λάβῃ ἑαυτῷ, ἀπειλοῦντος ἑαυτῷ σφάξαι ἐκείνου, ὁ νεανίσκος μὴ φέρων τὴν νουθεσίαν τοῦ πατρὸς λακτίσας αὐτὸν ἄφωνον ἔθηκεν. ἰδὼν δὲ τὸ συμβὰν ὁ Ἰωάννης εἶπε πρὸς τὸν κύριον· Κύριε, τούτου με ἕνεκεν ἐκέλευσας σήμερον ἐνθάδε ἐξελθεῖν;

XLIX. Ὁ δὲ νεανίσκος ἰδὼν τὸ ὀξὺ τοῦ θανάτου, προσδοκῶν συλληφθῆναι, σπασάμενος ὃ ἦν ἐν τῇ ζώνῃ αὐτοῦ δρέπανον ὁρμᾷ εἰς τὴν ἑαυτοῦ ἔπαυλιν δρομαίως· καὶ ὁ Ἰωάννης ἀπαντήσας αὐτῷ ἔφη· Στῆθι σὺ δαῖμον ἀναιδέστατε, καὶ λέγε μοι ποῦ τὴν ὁρμὴν ἔχων φέρεις δρέπανον αἵματος ὀρεγόμενον. Καὶ ὁ νεανίσκος ταραχθεὶς καὶ τὸ σίδηρον εἰς γῆν ἀφεὶς εἶπεν αὐτῷ· Ἄθλιόν τι καὶ ἀπάνθρωπον διαπραξάμενος, καὶ ἐπιστάμενος, βιαιότερον τὸ κακὸν ἔκρινα πρᾶξαι καὶ ὠμότερον ἑαυτόν, ἀποθανεῖν ἅπαξ. τοῦ γὰρ πατρὸς ἀεὶ σωφρονίζοντός με ἀμοίχευτον βίον ἔχειν καὶ σεπτόν, μὴ φέρων αὐτὸν διελέγχοντά με λακτίσας αὐτὸν ἀπέκτεινα, καὶ ἰδὼν τὸ συμβὰν ἔσπευδον πρὸς τὴν γυναῖκα δι’ ἣν πατρὸς γέγονα φονεύς, καὶ αὐτὴν σφάξαι πειρώμενος καὶ τὸν ἄνδρα αὐτῆς καὶ ἐμαυτὸν ὕστερον πάντων, μὴ ὑποφέρων ὁραθῆναι τῷ τῆς γυναικὸς ἀνδρί, δίκην θανάτου ὑπομένων.

L. Καὶ ὁ Ἰωάννης εἶπεν αὐτῷ· Ἵνα μὴ τόπον δῶ τῷ ἐν σοὶ θέλοντι γελᾶν καὶ παίζειν ὑποχωρήσας καὶ παριδὼν ὑμᾶς κινδυνεύοντας, ἐλθὲ σὺν ἐμοὶ καὶ τὸν πατέρα σου δεῖξόν μοι ποῦ ἐστι κείμενος. καὶ ἐάν σοι αὐτὸν ἀναστήσω, ἀποστήσω ἔτι τῆς ἐπισφαλοῦς σοι γενομένης γυναικός; Ὁ δὲ νεανίσκος εἶπεν· Ἐὰν ζῶντά μοι αὐτὸν τὸν πατέρα μου ἀναστήσῃς, καὶ ὄψομαι αὐτὸν ὅλον διαλεγόμενον ἐν τῷ βίῳ, ἀποστήσομαι τοῦ λοιποῦ.

LI. Καὶ ὡς ταῦτα ἔλεγεν, ἐπέστησαν τῷ τόπῳ λέγοντες ἔνθα ἔκειτο ὁ πρεσβύτης νεκρός, καὶ παροδιτῶν πλειόνων παρεστώτων τῷ τόπῳ. Ὁ δὲ Ἰωάννης ἔφη τῷ νεωτέρῳ· Ταλαίπωρε, οὐδὲ τὸ γῆρας ἐφείσω τοῦ πατρός σου; Ὃ δὲ κλαίων καὶ κατατιλλόμενος ἐπὶ τούτῳ μετεγνωκέναι ἔλεγεν· ὁ δὲ τοῦ κυρίου δοῦλος Ἰωάννης εἶπεν· Ὁ ἐμφανίσας μοι σήμερον στείλασθαι εἰς τὸν τόπον τοῦτον, ὁ ἐπιστάμενος ὅτι τοῦτο ἤμελλε γίνεσθαι, ὃν μηδὲ λαθεῖν δύναται τῶν ἐν τῷ βίῳ πράξεων, ὅπως ἂν θεραπείαν καὶ ἴασιν παρεχόμενός μοι θελήματι τῷ σῷ· καὶ νῦν παράσχου τὸν πρεσβύτην ζῶντα, ὁρῶν τὸν φονέαν ἑαυτοῦ δικαστὴν γενόμενον· καὶ φεῖσαι αὐτοῦ μόνος σὺ κύριε ἀφειδήσαντῶ πατρὸς συμβουλεύεσθαι αὐτῷ τὰ ἄριστα.

LII. Καὶ ταῦτα εἰπὼν προσελθὼν τῷ γέροντι εἶπεν· Οὐκ ἀτονήσει μου ὁ κύριος καὶ μέχρι σοῦ τὸ χρηστὸν ἔλεος καὶ τὰ ἀνυπερήφανα σπλάγχνα ἁπλῶσαι· ἀναστὰς οὖν δὸς τοῦ ἐπιχείρου γεγενημένου ἔργου δόξαν τῷ θεῷ. Καὶ ὁ γέρων εἶπεν· Ἀνίσταμαι κύριε. Καὶ ἀνέστη. ὃς ἀνακαθίσας ἔφη· Ἀπηλλαγμένον με βίου δεινοτάτου καὶ ὕβρεις υἱοῦ ἐπιφέροντα δεινὰς καὶ πολλὰς καὶ φιλοστοργίαν μετεκαλέσω ἄνθρωπε τοῦ θεοῦ τοῦ ζῶντος ἐπὶ τίνι; ἐπὶ τοῖς αὐτοῖς ἀνίστασαι, ἔδει σε μᾶλλον τεθνάναι· ἀλλ’ ἐπὶ κρείττοσιν ἔγειραι. Καὶ παραλαβὼν αὐτὸν εἰσήγαγεν εἰς τὴν πόλιν εὐαγγελιζόμενος αὐτῷ τὴν χάριν τοῦ θεοῦ, ὡς πρὶν ἐπιβῆναι τῇ πύλῃ τὸν πρεσβύτην πιστεῦσαι.

LIII. Ὁ δὲ νεανίσκος θεασάμενος τὴν ἀπροσδόκητον τοῦ πατρὸς ἀνάστασιν καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν δρέπανον τὰ ἑαυτοῦ μόρια ἀφείλατο, καὶ δραμὼν εἰς τὴν οἰκίαν ἐν ᾗ τὴν μοιχαλίδα εἶχεν, εἰς ὄψιν αὐτῆς προσέρριψεν εἰπών· Διὰ σὲ πατρὸς φονεὺς καὶ ὑμῶν τῶν δύο καὶ ἐμαυτοῦ ἐγενόμην. ἔχεις τὰ τούτῳ ὅμοια καὶ αἴτια. ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν ἐπιγνῶναι αὐτοῦ τὴν δύναμιν.

LIV. Καὶ ἀνελθὼν ἀνήγγειλε τῷ Ἰωάννῃ ἔμπροσθεν τῶν ἀδελφῶν τὸ ὑπ’ αὐτοῦ πραχθέν. ὁ δὲ Ἰωάννης εἶπεν αὐτῷ· Ὁ ὑποβαλών σοι νεανίσκε τὸν πατέρα σου ἀποκτεῖναι καὶ μοιχὸν ἀλλοτρίας γυναικὸς γενέσθαι, οὗτός σοι ὡς δίκαιον ἔργον καὶ τὸ ἀφελεῖν τὰ ἄκαιρα ἐποίησεν. ἔδει δέ σε οὐχὶ τοὺς τόπους ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν, ἥτις διὰ τῶν μορίων ἐκείνων ἐδείκνυτο χαλεπαίνουσα· οὐ γὰρ τὰ ὄργανά ἐστι βλαπτικὰ τῷ ἀνθρώπῳ ἀλλ’ αἱ ἀφανεῖς πηγαὶ δι’ ὧν πᾶσα κίνησις αἰσχρὰ κινεῖται καὶ εἰς τὸ φανερὸν πρόεισιν. μετεγνωκὼς οὖν τέκνον ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ καὶ καταμαθὼν τὰς τοῦ Σατανᾶ τέχνας ἔχεις τὸν θεὸν βοηθοῦντά σοι εἰς πάντα τὰ τῆς ψυχῆς σου ἐγχειρίζοντα. Ὁ δὲ νεανίσκος ἡσυχάζων προσεκαρτέρει μετεγνωκὼς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὅπως ἀφέσεως τύχῃ παρὰ τῆς τοῦ θεοῦ χρηστότητος· καὶ οὐκ ἐχωρίζετο τοῦ Ἰωάννου.

LV. Τούτων οὖν γινομένων ὑπ’ αὐτοῦ ἐν τῇ Ἐφεσίων πόλει Σμυρναῖοι διεπέμψαντο πρὸς αὐτὸν πρέσβεις λέγοντας· Ἀκούομεν ὃν κηρύσσεις θεὸν ἄφθονός ἐστι καὶ διετάξατό σοι μὴ ἐμφιλοχωρεῖν ἐν ἑνὶ τόπῳ. ὡς οὖν θεοῦ τοιούτου κῆρυξ ὑπάρχεις, ἐλθὲ εἰς τὴν Σμύρναν καὶ εἰς τὰς λοιπὰς πόλεις, ἵνα σου τὸν θεὸν ἐπιγνῶμεν, καὶ ἐπιγνόντες αὐτὸν ἐν αὐτῷ τὰς ἐλπίδας ἔχωμεν.

LVIII. Χρόνου δὲ ἱκανοῦ διελθόντος καὶ μηδενὸς τῶν ἀδελφῶν λυπηθέντος πώποτε ὑπὸ Ἰωάννου, ἐλυπήθησαν τότε εἰρηκότος αὐτοῦ· Ἀδελφοί, ἤδη με καιρὸς τὴν Ἔφεσον καταλαβεῖν· συντίθεμαι γὰρ τοῖς ἐκεῖ μένουσι, μήπως ῥᾳθυμήσωσι πολλῷ χρόνῳ μὴ ἔχοντες ἄνθρωπον τὸν ἐπιστηρίζοντα αὐτούς· εἰς δὲ τὸν θεὸν ἔχειν ὑμᾶς πάντας τὸν νοῦν, τὸν μὴ ἀπολιμπανόμενον ἡμῶν. Ἀκούοντες δὲ ταῦτα παρ’ αὐτοῦ οἱ ἀδελφοὶ ἐπένθουν, ἐπειδὴ αὐτοῦ ἐχωρίζοντο. καὶ ὁ Ἰωάννης εἶπεν· Εἰ κἀγὼ χωρίζομαι ὑμῶν, ἀλλ’ ὁ Χριστὸς σὺν ὑμῖν ἐστιν ἀεί· ὃν ἐὰν καθαρῶς φιλῆτε, ἀνεπίλειπτον ἕξετε τὴν ἀπ’ αὐτοῦ κοινωνίαν· φιλούμενος γὰρ φθάνει τοὺς φιλοῦντας αὐτόν.

LIX. Καὶ ταῦτα εἰπὼν καὶ συνταξάμενος αὐτοῖς, καταλιπών τε πολλὰ χρήματα τοῖς ἀδελφοῖς εἰς διάδοσιν, πενθούντων ἁπάντων τῶν ἀδελφῶν καὶ στεναζόντων ἐξῆλθεν εἰς Ἔφεσον. συνῄεσαν δὲ αὐτῷ ἐκ τῆς Ἐφέσου Ἀνδρόνικός τε καὶ Δρουσιανή, καὶ οἱ περὶ τὸν Λυκομήδην καὶ Κλεόβιον. ἠκολούθησαν δὲ αὐτῷ καὶ Ἀριστοβούλα, ἐγνωκυῖα τὸν ἄνδρα αὐτῆς Τέρτυλλον ἐν τῇ ὁδῷ τεθνάναι, Ἀρίστιππος δὲ ἅμα τῷ Ξενοφῶντι, καὶ ἡ σώφρων πόρνη, καὶ ἕτεροι πλείονες, οὓς ἑκάστοτε προέτρεπεν ἐπὶ τὸν κύριον, καὶ μηκέτι βουλόμενοι χωρίζεσθαι αὐτοῦ.

LX. Καταχθέντων δὲ ἡμῶν ἔν τινι πανδοχείῳ ἐρήμῳ τὴν πρώτην ἡμέραν, καὶ ἀπορούντων κραββάτου ἕνεκεν Ἰωάννου, παίγνιον εἴδομεν. εἷς τις ἦν ἐκεῖ ἄστρωτος κράββατος κείμενος ἔν τινι τόπῳ, ἐφ’ ᾧ ἃ ἐπεφερόμεθα περιβόλαια στρώσαντες παρεκαλέσαμεν αὐτὸν ἀναπεσόντα ἐν αὐτῷ ἀναπαυθῆναι, τῶν λοιπῶν ἁπάντων ἐπὶ τοῦ ἐδάφους ὑπνωσάντων. κατακλιθεὶς οὖν ὑπὸ τῶν κορίων διωχλεῖτο· καὶ ὡς ἐπὶ πλεῖον αὐτῷ ὀχληρότεροι ἐγίνοντο, ἤδη τῆς νυκτὸς τὸ μέσον καταλαβούσης, ἀκουόντων πάντων ἡμῶν ἔφη αὐτοῖς· Ὑμῖν λέγω ὦ κόραι, εὐγνωμονήσατε σὺν ἑνὶ πάντες, καὶ καταλιπόντες τὴν νύκτα ταύτην τὸν οἶκον ὑμῶν ἡσυχάσατε ἐν ἑνὶ τόπῳ, καὶ ἔστε πόρρω τῶν δούλων τοῦ θεοῦ. Καὶ ἡμῶν γελώντων καὶ ἐπὶ πλέον ὁμιλούντων ὁ Ἰωάννης εἰς ὕπνον ἐτράπετο· αὐτοὶ δὲ ἠρέμα λαλοῦντες ἀδιόχλητοι αὐτῷ ἐγινόμεθα.

LXI. Ἡμέρας δὲ ἐπιφαυούσης ἤδη φθάσας ἀνίσταμαι καὶ σὺν ἐμοὶ Βῆρος καὶ Ἀνδρόνικος· καὶ ὁρῶμεν πρὸς τὴν θύραν τοῦ οἰκήματος οὗ εἰλήφαμεν πλεονασμὸν κορίων ἑστῶτα· ἐξεστηκότων δὲ ἡμῶν ἐπὶ τῇ πολλῇ θέᾳ αὐτῶν, καὶ τῶν ἀδελφῶν πάντων ἐγηγερμένων δι’ αὐτούς, ὁ Ἰωάννης ἐκάθευδεν. καὶ μετὰ τὸ διυπνισθῆναι αὐτὸν ἐνεφανίσαμεν αὐτὸν ἃ εἴδομεν· αὐτὸς δὲ ἀνακαθίσας τοῦ κραββάτου καὶ θεασάμενος αὐτοὺς εἶπεν· Ἐπειδὴ εὐγνωμονήσατε φυλάξαντές μου τὸ ἐπιτίμιον, ἔλθετε εἰς τὸν τόπον ὑμῶν. Καὶ εἰπόντος τοῦτο καὶ ἀναστάντος ἐκ τοῦ κραββάτου οἱ κόρεις δρομαῖοι ἀπὸ τῆς θύρας ἔσπευδον εἰς τὸν κράββατον καὶ διὰ τῶν αὐτοῦ ποδῶν ἀνελθόντες εἰς τὰς ἁρμογὰς ἀφανεῖς ἐγένοντο. καὶ ὁ Ἰωάννης πάλιν ἔφη· Τὸ μὲν ζῷον τοῦτο φωνὴν ἀνθρώπου ἀκοῦσαν ἔμεινε παρ’ ἑαυτῷ ἠρεμῆσαν καὶ μὴ παραβάν· ἡμεῖς δὲ φωνὴν θεοῦ ἀκούοντες καὶ ἐντολῶν παρακούομεν καὶ ῥᾳθυμοῦμεν· καὶ μέχρι πότε;

LXII. Μετὰ δὲ ταῦτα γινόμεθα εἰς τὴν Ἔφεσον· καὶ οἱ ἐκεῖ ἀδελφοὶ ἐγνωκότες διὰ χρόνου ἱκανοῦ τὸν Ἰωάννην ἀφικόμενον συνέτρεχον ἐν τοῖς Ἀνδρονίκου, ἔνθα καὶ κατήγετο, τῶν ποδῶν αὐτοῦ ἁπτόμενοι, καὶ τὰς χεῖρας αὐτοῦ εἰς τὰ ἴδια πρόσωπα τιθέντες ἐφίλουν αὐτάς, ὡς ὅτι κἂν ἥψαντο τῶν ἐκείνου ἐνδυμάτων.

LXIII. Καὶ πολλῆς ἀγάπης οὔσης καὶ χαρᾶς ἀνυπερβλήτου ἐν τοῖς ἀδελφοῖς, εἷς τις ἐπίπεμπτος τοῦ Σατανᾶ ἐρᾷ τῆς Δρουσιανῆς, ὁρῶν καὶ ἐπιστάμενος τοῦ Ἀνδρονίκου ταύτην εἶναι γυναῖκα· ᾧ οἱ πλείονες ἔλεγον· Ἀδύνατόν σε τυχεῖν ταύτης τῆς γυναικός, ἐκ πολλοῦ καὶ τοῦ ἀνδρὸς κεχωρισμένης αὐτῆς διὰ θεοσέβειαν. σὺ μόνος ἀγνοεῖς ὅτι μὴ πρὶν ὢν ὁ Ἀνδρόνικος τοῦτο ὅπερ ἐστὶ νῦν, θεοσεβὴς ἀνήρ, κατέκλεισεν αὐτὴν εἴς τι μνημεῖον λέγων· Ἢ γυναῖκά σε ἔχω ἔχειν ἣν εἶχον πάλαι, ἢ τεθνήξῃ· Καὶ εἵλατο μᾶλλον ἀποθανεῖν ἢ τὸ μύσος ἐκεῖνο διαπράξασθαι· εἰ οὖν δεσπότῃ αὐτῆς καὶ ἀνδρὶ μὴ συνέθετο πρὸς συνέλευσιν διὰ θεοσέβειαν, ἀλλὰ καὶ ἔπεισε τὰ ἴσα τοῦτον φρονῆσαι, σοὶ μοιχῷ αὐτῇ θέλοντι γενέσθαι συνθήσεται; ἀπόστηθι μανίας μὴ ἐχούσης ἐν σοὶ ἀνάπαυσιν· ἀπόστηθι πράγματος ᾧ τέλος ἐπαγαγεῖν οὐ δύνασαι.

LXIV. Καὶ λέγοντες πρὸς αὐτὸν ταῦτα οἱ συνήθεις αὐτοῦ φίλοι οὐκ ἔπεισαν αὐτόν, ἀλλ’ ἀναίδειαν χρησάμενος προσέπεμψεν αὐτήν· καὶ γνοὺς τὰς παρ’ ἐκείνης ἀτιμίας καὶ ὕβρεις ἐν ἀθυμίᾳ διῆγεν αὐτοῦ τὸν βίον. μετὰ δὲ ἡμέρας δύο κατακλιθεῖσα ἡ Δρουσιανὴ ἀπὸ τῆς ἀθυμίας ἐπύρεττε λέγουσα· Εἴθε μηδέπω εἰς τὴν ἐμαυτῆς πατρίδα εἰσεληλύθειν ἡ σκάνδαλον γενομένη ἀνδρὶ ἀμυήτῳ θεοσεβείας· εἰ γὰρ ἦν τις ὑπὸ λόγων πεπληγώς, οὐκ ἂν εἰς τοσοῦτον ἐληλύθειν μανίας. ἀλλ’ οὖν κύριε παραιτίας μου γενομένης πλήξεως ἰδιωτιζούσῃ ψυχῇ, ἀπόλυσόν με τοῦ δεσμοῦ τούτου, ἐπὶ δὲ σὲ μετάστησον τάχιον. Καὶ παρόντος Ἰωάννου, μηδενὸς ὅλως ἐγνωκότος τὸ τοιοῦτον, ἀπαλλάσσεται τοῦ βίου ἡ Δρουσιανή, οὐ πάνυ ἡδομένη ἀλλὰ καὶ λυπουμένη διὰ τὴν ἐκείνου ψυχικὴν θραῦσιν.

LXV. Ὁ δὲ Ἀνδρόνικος λυπούμενος λύπην ἀπόκρυφον ἐπένθει τῇ ψυχῇ, καὶ φανερῶς δὲ ἔκλαιεν, ὡς τὸν Ἰωάννην πολλὰ ἐπιστομίζειν καὶ λέγειν αὐτῷ· Ἐπὶ βελτίονι ἐλπίδι μετῆλθεν ἡ Δρουσιανὴ τοῦτον τὸν βίον τὸν ἄδικον. Καὶ ὁ Ἀνδρόνικος αὐτῷ ἀπεκρίνατο· Καὶ πέπεισμαι ὦ Ἰωάννη καὶ οὐκ ἀμφιβάλλω ὅλως περὶ τῆς εἰς τὸν θεόν μου πίστεως· ἀλλὰ μάλιστα τοῦτο αὐτὸ κρατύνω ὅτι καθαρῶς τοῦ βίου ἀνέλυσεν.

LXVI. Ἐκκομισθείσης δὲ αὐτῆς ἐπιλαβόμενος ὁ Ἰωάννης τοῦ Ἀνδρονίκου καὶ ἐγνωκὼς τὴν αἰτίαν μᾶλλον ἐπένθει τοῦ Ἀνδρονίκου· καὶ ἡσύχαζεν ἀφορῶν εἰς τὰς ἐπηρείας τοῦ ἀλλοτρίου, ἐπ’ ὀλίγον καθεσθείς· εἶτα τῶν ἀδελφῶν ἐπισυλλεγέντων ὑπὲρ τοῦ ἀκοῦσαι τίνας λόγους ἐρεῖ πρὸς τὴν ἀπηλλαγμένην, καὶ ἤρξατο λέγειν·

LXVII. Ὁ κυβερνήτης ναυτιλλόμενος ἅμα τοῖς ἐμπλέουσι καὶ αὐτῇ τῇ νηῒ ὁπηνίκα ἂν καταχθῇ εἰς εὔδιον καὶ ἀχείμαστον λιμένα τηνικαῦτα φασκέτω σεσῶσθαι. καὶ ὁ γεωργὸς παραδοὺς τῇ γῇ τὰ σπέρματα καὶ πολλὰ καμὼν ἐπὶ τὴν τούτων ἐπιμέλειαν καὶ φρουράν, τότε τῶν πόνων τὴν ἀνάπαυλαν ἔχεται ὁπόταν ἐν ταῖς ἀποθήκαις ἀποθῆται τὰ σπέρματα πολλαπλασίονα. ὁ ἐν σταδίῳ δρόμον ὑπισχνούμενος τότε ἀγαλλέσθω ὁπόταν τὸ βραβεῖον κομίσηται. ὁ πυκτικὴν ἀπογεγραμμένος τότε καυχάσθω ὅταν τοὺς στεφάνους δέξηται. καὶ τὰ ἑξῆς ἅπαντα ἀγωνίσματα καὶ αἱ τέχναι, ὁπόταν ἐν τῷ τέλει μὴ ἔρημοι ὦσιν, ἀλλὰ δεικνύωνται ἐκείνοις πρὸς ἅπερ ἐπηγγέλλοντο.

LXVIII. τὸ αὐτὸ δὲ ἡγοῦμαι ὑπάρχειν καὶ πρὸς ἣν ἕκαστος ἡμῶν ἀσκεῖ πίστιν· τότε ταύτην ἐκκρίνεσθαι εἰ ἄρα ἀληθής, ὁπόταν μέχρις ἔξω τοῦ βίου ὁμαλισθῇ. πολλὰ γὰρ ἐμπόδια παρεμπίπτει καὶ θόρυβον παρασκευάζει τῷ ἀνθρωπίνῳ λογισμῷ· μέριμνα, παῖδες, γονεῖς, δόξα, πενία, κολακεία, ἀκμή, κάλλος, ἀλαζονεία, ἐπιθυμία, πλοῦτος, ὀργή, ἔπαρσις, ῥᾳθυμία, φθόνος, πλοῦτος, ζῆλος, ἀμέλεια, ὕβρις, ἔρως, δόλος, χρήματα, πρόφασις, καὶ ἄλλα ὁπόσα ἐστὶν ἐν τῷ βίῳ τοιαῦτα ἐμπόδια, ὡς καὶ τῷ κυβερνήτῃ φερομένῳ εὐδίῳ δρόμῳ ἐναντιοῦται πνευμάτων ἐναντίων ἐπιβολὴ καὶ χειμὼν μέγας καὶ τρικυμία ἐξ εὐδίας, καὶ τῷ γεωργῷ χειμὼν ἄωρος καὶ ἐρυσίβη καὶ ἑρπετὰ ἐκ τῆς γῆς ἀναφανέντα, καὶ τοῖς ἀγωνισταῖς τὸ παρὰ μικρόν, καὶ τοῖς τὰς τέχνας μετιοῦσι τὸ παρ’ ἐκείνων.

LXIX. χρὴ δὲ πρὸ τῶν ἄλλων ἁπάντων τὸν πιστὸν ἄνθρωπον τὴν ἔξοδον προορᾶν, καὶ καταμανθάνειν ταύτην ὁποία τις ἐπιστήσεται, ἆρα διεργὴς καὶ νηφαλέα καὶ μηδὲν ἐμπόδιον ἔχουσα, ἢ τεθορυβημένη καὶ τὰ ὧδε κολακεύουσα καὶ καταδεδεμένη ἐπιθυμίαις. οὕτως ἔστιν ἐπαινεῖσθαι καὶ σῶμα εὔμορφον ὁπόταν ὅλον ἀποδύσηται, καὶ στρατηγὸν μέγαν ὁπόταν τὸ τοῦ πολέμου ἐπάγγελμα πᾶν κατορθώσῃ, καὶ ἰατρὸν ἄριστον ἐκεῖνον τὸν διὰ πάσης ἰάσεως χωροῦντα, καὶ ψυχὴν πίστεως καὶ θεοῦ δεξιὰν ὁπόταν ἴσον τὸ τῆς ἐπαγγελίας καταστήσῃ, οὐχὶ τὴν ἀρξαμένην καὶ ὑπολυθεῖσαν εἰς τὰ τοῦ βίου πάντα καὶ ἐκπεσοῦσαν, οὐδὲ τὴν ναρκῶσαν, βιαζομένην πρὸς τοῖς κρείττοσιν εἶναι, εἶτα δὲ κατενεχθεῖσαν εἰς τὰ πρόσκαιρα, οὐδὲ τὴν ποθήσασαν μᾶλλον τὰ χρόνια τῶν αἰωνίων, οὐδὲ τὴν καταλλασσομένην τὰ μὴ μένοντα, οὐδὲ τὴν τιμήσασαν τὰ ἀτιμίας ἔργα ὕβρεως ἄξια, οὐδὲ τὴν ἐνέχυρα παρὰ τοῦ Σατανᾶ λαμβάνουσαν, οὐδὲ τὴν ὑποδεξαμένην τῷ ἑαυτῆς οἴκῳ τὸν ὄφιν, οὐδὲ τὴν ὀνειδιζομένην διὰ θεόν, εἶτα μὴ αἰσχυνομένην· οὐδὲ τὴν στόματι μὲν λέγουσαν ναί, ἔργῳ δὲ ἑαυτῇ οὐ δεικνύουσα· ἀλλὰ τὴν ὑπομείνασαν ὑπὸ ἡδονῆς ῥυπαρᾶς μὴ ἐκλυθῆναι, ὑπὸ ῥᾳθυμίας μὴ ἡττηθῆναι, ὑπὸ φιλαργυρίας μηδὲ δελεασθῆναι, ὑπὸ ἀκμῆς σώματος καὶ ὀργῆς μὴ προδοθῆναι.

LXX. Καὶ ἔτι πλείονας λόγους ποιουμένου τοῦ Ἰωάννου πρὸς τοὺς ἀδελφούς, ὡς τῶν προσκαίρων ἕνεκεν τούτους καταφρονεῖν, ὁ τῆς Δρουσιανῆς ἐρῶν ἐξαφθεὶς δεινοτάτῃ ἐπιθυμίᾳ καὶ ἐνεργείᾳ τοῦ πολυμόρφου Σατανᾶ τὸν τοῦ Ἀνδρονίκου ἐπίτροπον ὄντα φιλάργυρον ὠνεῖται χρήμασιν ἱκανοῖς· ὅστις ἀνοίξας τὸν τάφον Δρουσιανῆς ἐπέτρεψε διαπράξασθαι τὸ ἀπηγορευμένον εἰς νεκρὸν σῶμα. μὴ ἐπιτυγχάνων αὐτῆς ζώσης μετὰ θάνατον τῷ σώματι προσλιπαρῶν ἀπεκρίνατο· Εἰ καὶ ζῶσα οὐκ ἠκολούθεις μοι κοινωνῆσαι, μετὰ θάνατον νεκράν σε οὖσαν ἐνυβρίσω. Τοῦτο οὖν ἐνθυμούμενος, καὶ κατασκευάσας ἑαυτῷ τὴν διὰ τοῦ μιαροῦ ἐπιτρόπου ἀσέβειαν, εἰσεπήδησεν εἰς τὸ μνῆμα σὺν ἐκείνῳ ἅμα· καὶ ἀνοίξαντες τὴν θύραν ἤρξαντο ἀποδύειν τοῦ πτώματος τὰ ἐντάφια λέγοντες· Τί ὠφέλησας ταλαίπωρε Δρουσιανή; τοῦτο ζῶσα πεποιηκέναι οὐκ ἠδύνασο, ὃ τάχα ἂν οὐδέν σε ἐλύπησεν ἑκοῦσαν τοῦτο ποιησαμένην;

LXXI. Καὶ ταῦτα τούτων λεγόντων, καὶ μόνον ὃ σύνηθες καρκάλιον περὶ τὴν σάρκα ταύτης ἐναπομεῖναν, ξένον ὁρᾶται θέαμα ὃ παθεῖν ἄξιον τοὺς ταῦτα δρῶντας· ὄφις ποθὲν ἐπιφανεὶς τὸν μὲν ἐπίτροπον μονόπληγα τίθησιν· ὃν καὶ ἀνεῖλεν· ἐκεῖνον δὲ τὸν νεανίσκον οὐ τύπτει, ἀλλὰ τοῖς ποσὶν αὐτοῦ περιειλεῖτο δεινῶς ἀποφυσῶν, καὶ πεσόντος αὐτοῦ ἐπαναβὰς ὁ ὄφις ἐπάνω αὐτοῦ ἐκαθέζετο.

LXXII. Τῇ δὲ ἑξῆς ἡμέρᾳ παραγίνεται ὁ Ἰωάννης ἅμα τῷ Ἀνδρονίκῳ καὶ τοῖς ἀδελφοῖς ἐξ ἑωθινῆς εἰς τὸ μνῆμα, τρίτην ἡμέραν ἐχούσης τῆς Δρουσιανῆς, ὅπως ἄρτον κλάσωμεν ἐκεῖ. καὶ τὰ μὲν πρῶτα ἐρχομένων αὐτῶν αἱ κλεῖς οὐχ εὑρίσκοντο ζητηθεῖσαι· ὁ δὲ Ἰωάννης εἶπε πρὸς τὸν Ἀνδρόνικον· Εἰκότως ἀπώλοντο· Δρουσιανὴ γὰρ ἐν τῷ μνήματι οὐκ ἔστιν. ἀλλ’ ὅμως ἀπέλθωμεν, ὅπως μὴ ῥᾳθυμήσῃς, καὶ αὐτόματοι αἱ θύραι ἀνοιχθήσονται, ὡς καὶ ἄλλα πολλὰ παρέσχεν ἡμῖν ὁ κύριος.

LXXIII. Καὶ γενομένων ἡμῶν ἐν τῷ τόπῳ, κελεύσει τοῦ διδασκάλου αἱ θύραι ἠνοίχθησαν, καὶ περὶ τὸν τάφον τῆς Δρουσιανῆς εἶδόν τινα νεανίσκον εὔμορφον μειδιῶντα· ὃν ἰδὼν ὁ Ἰωάννης κράξας ἔφη· Καὶ ὧδε φθάνεις ἡμᾶς ὁ καλός; τίνος χάριν ἄρα; Καὶ ἀκούει φωνῆς λεγούσης αὐτῷ· Δρουσιανῆς ἕνεκεν, ἣν σὺ μέλλεις ἀναστήσειν – παρὰ βραχὺ γὰρ ἤμην εὑρὼν αὐτήν – καὶ τὸ πλησίον ἀπονεύσαντος τοῦ τάφου αὐτῆς. Καὶ εἰπὼν ταῦτα ὁ καλὸς πρὸς τὸν Ἰωάννην εἰς οὐρανοὺς ἀνήει βλεπόντων πάντων ἡμῶν. ὁ δὲ Ἰωάννης ἐπιστραφεὶς εἰς τὸ ἕτερον μέρος τοῦ μνήματος ὁρᾷ νεανίσκον πρῶτον τῶν Ἐφεσίων Καλλίμαχον – τοῦτο γὰρ ἐκαλεῖτο – καὶ ἐπικαθεύδοντα αὐτῷ ὄφιν παμμεγέθη, καὶ τὸν ἐπίτροπον Ἀνδρονίκου, Φουρτουνᾶτον λεγόμενον, τεθνεῶτα. καὶ ἀμφοτέρους ἰδὼν ἠπορημένος εἱστήκει λέγων πρὸς τοὺς ἀδελφούς· Τί βούλεται τὸ τοιοῦτον θέαμα; ἢ διὰ τί μοι ὁ κύριος οὐκ ἐνεφάνισε τὰ ὧδε πραχθέντα, μηδέποτέ μου ἀμελήσαντος;

LXXIV. Καὶ ὁ Ἀνδρόνικος ἰδὼν ἐκείνους νεκροὺς ἀναπηδήσας ἦλθεν ἐπὶ τὸν Δρουσιανῆς τάφον· καὶ ἰδὼν αὐτὴν ἐν μόνῳ τῷ δικρουσίῳ ἔφη τῷ Ἰωάννῃ· Συνεῖδον τὸ γεγονὸς μακάριε δοῦλε τοῦ θεοῦ Ἰωάννη· ὁ Καλλίμαχος οὗτος ἤρα τῆς ἀδελφῆς μου· καὶ μὴ ἐπιτυχὼν αὐτῆς πολλάκις τοῦτο τολμήσας, τὸν κατάρατον ἐπίτροπόν μου τοῦτον ὠνήσατο χρήμασιν ἱκανοῖς, ἴσως ἐν νῷ λαβών, ὥς γε νῦν ἔστι μαθεῖν, τὴν τῆς ἐπιβουλῆς δραματουργίαν δι’ αὐτοῦ μέλλειν ἐκπληροῖν· καὶ γὰρ ὡμολόγησε τοῦτο πολλοῖς ὁ Καλλίμαχος ὅτι Κἂν μὴ ζῶσα βουληθῇ συνθέσθαι μοι, τεθνεῶσα ἐνυβρισθήσεται. Καὶ τάχα διδάσκαλε ὁ καλὸς ἐγνώρισε τὸ λείψανον αὐτῆς μὴ ὑβρισθῆναι συγχωρήσας, καὶ διὰ τοῦτο οὗτοι τεθνήκασιν οἳ ταῦτα ἐτόλμησαν. καὶ μή τοι γε ἡ φωνὴ ἡ εἰρηκυῖα πρός σε Ἀνέγειρον τὴν Δρουσιανὴν τοῦτο προεδήλου; ἐπειδὴ λύπην ἔχουσα τοῦ βίου τούτου ἀπηλλάγη. πείθομαι δὲ τῷ εἰρηκότι ὅτι τῶν πλανηθέντων οὗτος ὑπάρχει ἀνθρώπων· καὶ γὰρ αὐτὸν ἐκελεύθης ἀναστῆσαι· περὶ γὰρ τοῦ ἑτέρου οἶδα ὅτι ἀνάξιός ἐστιν ἡ ἐκείνου σωτηρία. ἀλλ’ ἕν σε τοῦτο παρακαλῶ· ἀνέγειρον πρῶτον τὸν Καλλίμαχον, καὶ οὗτος ἡμῖν ὁμολογήσει τὸ γεγονός.

LXXV. Ὁ δὲ Ἰωάννης ἀπιδὼν τῷ πτώματι καὶ εἰπὼν τῷ ἰοβόλῳ ἑρπετῷ Ἀπόστηθι τοῦ μέλλοντος Ἰησοῦ Χριστῷ δουλεύειν, ἀναστὰς ἐπηύξατο οὕτως· Ὁ θεὸς οὗ τὸ ὄνομα δοξάζεται ὑφ’ ἡμῶν ἀξίως· ὁ θεὸς ὁ πᾶσαν ἐνέργειαν κακωτικὴν δαμάζων· ὁ θεὸς οὗ τὸ θέλημα τελειοῦται, ὁ ὑπακούων ἡμῶν πάντοτε· καὶ νῦν τελειούσθω σου ἡ δωρεὰ ἐπὶ τῷ νεανίσκῳ τούτῳ· καὶ εἴ τις δι’ αὐτοῦ οἰκονομία γίγνοιτο, ταύτην ἐγηγερμένου αὐτοῦ ἐμφάνισον ἡμῖν. Καὶ εὐθέως ὁ νεανίσκος ἀναστὰς ὅλην τὴν ὥραν ἡσύχαζεν.

LXXVI. Ὡς δὲ ἐν τῷ ἑαυτοῦ λογισμῷ ἐγένετο, ἐπύθετο αὐτοῦ ὁ Ἰωάννης τὴν ἐν τῷ μνημείῳ εἴσοδον τί ἐβούλετο· καὶ μαθὼν παρ’ αὐτοῦ ἅπερ ὁ Ἀνδρόνικος εἰρήκει αὐτῷ, ὡς δῆθεν ἐρῶντος αὐτοῦ Δρουσιανῆς, ἐπύθετο αὐτοῦ ὁ Ἰωάννης πάλιν εἰ τοῦ μιαροῦ ἔσχε τέλους, ἐνυβρίσαι λειψάνου σεμνότητος γέμοντι· ὃ δὲ ἀπεκρίνατο αὐτῷ· Πῶς γὰρ ἠδυνάμην τοῦτο διαπράξασθαι; ὅπου τὸ δεινὸν τοῦτο ζῷον τὸν μὲν Φουρτουνᾶτον μονόπληγα ἔβαλεν ὁρῶντος ἐμοῦ, καὶ εἰκότως, αὐτοῦ μοι τὴν τοσαύτην μανίαν παραθαρρύνοντος ἤδη τῆς ἀκαίρου ἐκείνης καὶ δεινῆς πεπαυμένου μανίας· ἐμὲ δὲ τῷ φόβῳ ἔστησε, καὶ τοιοῦτον ἐποίησεν οἷον περὶ τοῦ ἀναστῆναί με εἴδετε. ἕτερον δέ σοι θαυμασιώτερον ἐρῶ, τὸ μᾶλλόν με ἀνελὸν καὶ νεκρὸν παρὰ μικρὸν θέμενον· ὅτε μου ἡ ψυχὴ παρεῖχεν ἔννοια καὶ ἡ ἀκατάσχετος νόσος διώχλει, ἀποσυλήσαντός μου ἤδη ἅπερ ἦν ἠμφιεσμένη ἐντάφια, εἶτα δὲ ἀποβάντος μου τοῦ τάφου καὶ θεμένου μου αὐτὰ ὡς ὁρᾷς, ἀπῆλθον πάλιν ἐπὶ τῷ ἀποτροπαίῳ ἔργῳ· καὶ ὁρῶ τινα νεανίσκον εὔμορφον περισκέποντα αὐτὴν τῷ ἑαυτοῦ ἱματίῳ· οὗ ἀπὸ τῆς ὄψεως λαμπηδόνες φωτὸς ἐξήρχοντο εἰς τὰς ὄψεις αὐτῆς· ὅστις καὶ εἰς ἐμὲ ἔδωκε φωνὴν λέγων· Καλλίμαχε ἀπόθανε ἵνα ζήσῃς. Τίς μὲν οὖν ἦν οὐκ ᾔδειν δοῦλε τοῦ θεοῦ· ὅτι δὲ σοῦ ὀφθέντος ἐνθάδε γνωρίζω ἄγγελον αὐτὸν εἶναι θεοῦ εὖ οἶδα· τοῦτο δὲ ἀληθῶς ἐπίσταμαι ὅτι ἀληθὴς θεὸς ὑπὸ σοῦ καταγγέλλεται καὶ τοῦτο πέπεισμαι. ἀλλὰ κἀγὼ σὲ παρακαλῶ μὴ ἀμελήσῃς με ἀπὸ τοιαύτης συμφορᾶς καὶ τόλμης δεινῆς ἐλευθερῶσαι καὶ παραστῆσαι τῷ θεῷ σου ἄνθρωπον ἀπατηθέντα αἰσχρᾷ καὶ μυσαρᾷ ἀπάτῃ. βοηθείας οὖν δεόμενος παρὰ σοῦ ἅπτομαί σου τῶν ποδῶν. ἄνθρωπος θέλω γενέσθαι τῶν ἐπὶ Χριστὸν ἐλπιζόντων, ὅπως καὶ ἡ φωνὴ ᾖ ἀληθὴς εἰρηκυῖά μοι ἐνθάδε· Ἀπόθανε ἵνα ζήσῃς· Ἥτις καὶ ἐτέλεσεν αὐτῆς τὴν ἐνέργειαν· ἀπέθανε γὰρ ἐκεῖνος ὁ ἄπιστος, ὁ ἄτακτος, ὁ ἄθεος· ἐγήγερμαι δὲ ὑπὸ σοῦ ὁ μέλλων πιστός, θεοσεβής, ὁ ἀληθείας γνωρίζων, ὃν παρακαλῶ ὑπὸ σοῦ γνωρισθῆναί μοι.

LXXVII. Καὶ ὁ Ἰωάννης ἐν εὐφρασίᾳ πολλῇ ληφθεὶς καὶ καταμαθὼν τὴν ὅλην θεωρίαν τῆς σωτηρίας τοῦ ἀνθρώπου εἶπεν· Ὢ τί κρατεῖς κύριε Ἰησοῦ Χριστὲ οὐκ οἶδα, ἠπορημένος ἐπὶ τῇ πολλῇ σου εὐσπλαγχνίᾳ καὶ ἀπείρῳ μακροθυμίᾳ· ὢ μέγεθος οἷον εἰς δουλείαν κατῆλθεν· ὢ ἐλευθερία ἄφραστος δουλαγωγηθεῖσα παρ’ ἡμῶν· ὢ ἀπερινόητε δόξα ἡμῶν· ὁ καὶ τὸν νεκρὸν οἶκον φυλάξας ἀνύβριστον, ὁ τοῦ καθαιμάξαντος ἑαυτὸν ἀνθρώπου λυτρωτὴς καὶ τοῦ τὰ φθειρόμενα σώματα σωφρονίζων· ὁ πατὴρ ὁ ἐλεήσας καὶ σπλαγχνισθεὶς ἐπὶ τὸν ἀμελήσαντα ἄνθρωπον· δοξάζομέν σε καὶ αἰνοῦμεν καὶ εὐλογοῦμεν καὶ εὐχαριστοῦμεν τὴν πολλήν σου χρηστότητα καὶ μακροθυμίαν ἅγιε Ἰησοῦ· ὅτι σὺ μόνος θεὸς καὶ οὐχὶ ἕτερος· ὁ τὸ ἀνεπιβούλευτον κράτος καὶ νῦν καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων· ἀμήν.

LXXVIII. Καὶ εἰπὼν ταῦτα ὁ Ἰωάννης προσλαβόμενος τὸν Καλλίμαχον ἠσπάζετο λέγων· Δόξα τῷ θεῷ ἡμῶν τέκνον τῷ ἐλεήσαντί σε καὶ καταξιώσαντί με δοξάσαι τὴν αὐτοῦ δύναμιν, καὶ καταξιώσαντι καὶ σὲ μεθόδῳ τῆς παρὰ σοῦ ἐκείνης σου μανίας καὶ μέθης μεταστῆναι, ἐπὶ δὲ τὴν ἰδίαν ἀνάπαυσιν καὶ ἀνακαίνισιν βίου καλέσαντι.

LXXIX. Ὁ δὲ Ἀνδρόνικος θεασάμενος τὸν Καλλίμαχον νεκρὸν ἐγηγερμένον ἐδέετο τοῦ Ἰωάννου ἅμα τοῖς ἀδελφοῖς ὅπως καὶ τὴν Δρουσιανὴν ἀνεγείρῃ λέγων· Ἰωάννη, ἀναστήτω καὶ τὸ βραχὺ κατορθωσάτω ὅπερ ἀπεκόμισεν λυπουμένη Δρουσιανὴ τοῦ Καλλιμάχου ἕνεκεν, δόξασα αὐτὸν σκάνδαλον γεγενῆσθαι· καὶ ὁπότε ὁ κύριος θέλει παραλήψεται αὐτήν. Καὶ ὁ Ἰωάννης μὴ μελλήσας προσελθὼν τῷ τάφῳ αὐτῆς καὶ τῆς χειρὸς κρατήσας ἔφη· Τὸν μόνον θεόν σε ὄντα ἐπικαλοῦμαι τὸν ὑπερμεγέθη, τὸν ἄφραστον, τὸν ἀκατάληπτον· ᾧ πᾶσα δύναμις ἀρχοντικὴ ὑποτέτακται· ᾧ πᾶσα ἐξουσία ἔκλινεν· ᾧ πᾶσα ἀλαζονεία προπεσοῦσα ἡσυχάζει· ὃν δαίμονες ἀκούοντες φρίττουσιν· ὃν ἡ κτίσις ὅλη καταμαθοῦσα μετριάζει· δοξασθήτω σου τὸ ὄνομα ὑφ’ ἡμῶν, καὶ ἀνέγειρον Δρουσιανήν, ὅπως μᾶλλον Καλλίμαχος ἐπιστηριχθῇ οἰκονομήσαντι ἀνθρώποις μὲν ἄπορον καὶ ἀδύνατον, σωτηρίαν καὶ ἀνάστασιν, σοὶ δὲ μόνῳ δυνατόν, καὶ ἡ Δρουσιανὴ ἴδη ὅπως ἡ ἀναπεπαυμένη, τοῦ νεανίσκου ἐπιστρέψαντος ἐμπόδιον μεθ’ ἑαυτῆς μηδὲ τὸ βραχύτατον ἐπικομίζουσα ἐπιγενομένη πρὸς σέ.

LXXX. Καὶ εἰπὼν ταῦτα ὁ Ἰωάννης τῇ Δρουσιανῇ ἔφη· Δρουσιανὴ ἀνάστηθι. Ἣ δὲ ἀναστᾶσα ἀπέβη τοῦ τάφου· καὶ ἰδοῦσα αὐτὴν ἐν διακρουσίῳ μόνον περὶ τὸ πρᾶγμα διηπόρει· καὶ μαθοῦσα ἀκριβῶς πάντα παρὰ τοῦ Ἀνδρονίκου, τοῦ Ἰωάννου κειμένου ἐπ’ ὄψιν καὶ τοῦ Καλλιμάχου μετὰ φωνῆς καὶ δακρύων δοξάζοντος τὸν θεόν, ἠγαλλιᾶτο καὶ αὐτὴ ὁμοίως δοξάζουσα.

LXXXI. Ὡς δὲ ἐνεδύσατο, ἐπιστραφεῖσα εἶδε τὸν Φουρτουνᾶτον κείμενον· λέγει πρὸς Ἰωάννην· Πάτερ καὶ οὗτος ἀναστήτω καὶ εἰ μάλιστα προδότης μου ἐπειράθη γενέσθαι. Ὁ δὲ Καλλίμαχος ἀκούσας ταῦτα αὐτῆς εἰρηκυίας ἔφη· Μή, παρακαλῶ σε Δρουσιανή· ἡ γὰρ φωνὴ ἣν ἀκήκοα τούτου οὐκ ἐφρόντισεν, ἀλλὰ περὶ σοῦ μόνης ἀνήγγειλε, καὶ ἰδὼν ἐπίστευσα· εἰ γὰρ ἦν ἀγαθός, τάχα ἂν καὶ αὐτὸν ἐλεήσας ὁ θεὸς διὰ τοῦ μακαρίου Ἰωάννου ἤγειρεν· ἐπέσχετο οὖν τὸν ἄνδρα κακῶς τεθνάναι. Καὶ ὁ Ἰωάννης αὐτῷ εἶπεν· Οὐκ ἐμάθομεν τέκνον κακὸν ἀντὶ κακοῦ ἀποδοῦναι. καὶ γὰρ ὁ θεὸς ποιησάντων ἡμᾶς εἰς αὐτὸν πολλὰ κακὰ καὶ οὐχὶ καλὰ ἀντιμισθίαν ἡμῖν οὐκ ἀπέδωκεν ἀλλὰ μετάνοιαν· καὶ ἀγνοησάντων ἡμῶν τὸ ὄνομα αὐτοῦ οὐκ ἠμέλησεν ἀλλ’ ἠλέησεν, καὶ βλασφημησάντων οὐκ ἐξῆλθεν ἀλλ’ εὐσπλαγχνίσθη· καὶ ἀπιστησάντων ἡμῶν οὐκ ἐμνησικάκησε· καὶ διωξάντων τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἀνταπέδωκεν, ἀλλὰ μετάνοιαν ὑποβαλὼν καὶ ἀποχὴν κακῶν παρεκάλεσε καὶ ἡμᾶς ἐπ’ αὐτόν, ὡς καὶ σὲ τέκνον Καλλίμαχε καὶ μὴ μνησικακήσας ἐπὶ τοῖς πρώτοις δοῦλον ἑαυτοῦ παρέστησαν ἐπιτηροῦντα αὐτοῦ τῷ ἐλέει. ὅθεν εἰ μὴ ἐπιτρέπεις τὸν Φουρτουνᾶτον ἀναστῆναι, Δρουσιανῆς χρεία.

LXXXII. Ἣ δὲ μὴ μελλήσασα ἀγαλλιάσει πνεύματος καὶ ψυχῆς προσελθοῦσα τῷ Φουρτουνάτου πτώματι εἶπεν· Ὁ θεὸς τῶν αἰώνων Ἰησοῦ Χριστέ, ὁ θεὸς τῆς ἀληθείας, ὁ παρασχόμενός μοι ἰδεῖν τέρατα καὶ σημεῖα, ὁ χαρισάμενός μοι τοῦ ὀνόματός σου κοινωνὸν γενέσθαι· ὁ ἐμφυσήσας μοι ἑαυτὸν τῇ πολυμόρφῳ σου ὄψει καὶ ἐλεήσας παντοίως· ὁ βιαζομένην με ὑπὸ τοῦ παλαιοῦ μου συμβίου Ἀνδρονίκου περισκεπάσας τῇ πολλῇ σου χρηστότητι· ὁ ἀδελφόν μοι παραδοὺς τὸν σὸν δοῦλον Ἀνδρόνικον· ὁ φυλάξας με καθαρὰν ἕως τοῦ νῦν τὴν σὴν δούλην· ὁ τελευτῆσάν με ὑπὸ Ἰωάννου ἀναστήσας τοῦ σοῦ θεράποντος· ὁ καὶ ἐγηγερμένην με δείξας τὸν σκανδαλισθέντα ἀσκανδάλιστον· ὁ ἀναπαύσας με ἐπὶ σὲ τελείως καὶ κουφίσας τῆς ἀποκρύφου μανίας· ὃν ἐφίλησα καὶ ἠγάπησα· δέομαί σου Χριστὲ μὴ παραπέμψῃ τὴν σὴν Δρουσιανὴν αἰτουμένην σε τὸν Φουρτουνᾶτον ἀναστῆναι, εἰ καὶ μάλιστα προδότης μου ἐπειράθη γενέσθαι.

LXXXIII. Καὶ λαβομένη τῆς χειρὸς τοῦ τεθνεῶτος ἔφη· Ἀνάστα Φουρτουνᾶτε ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁ δὲ Φουρτουνᾶτος ἀναστὰς καὶ ἰδὼν τὸν Ἰωάννην ἐν τῷ μνήματι καὶ τὸν Ἀνδρόνικον καὶ τὴν Δρουσιανὴν ἐκ νεκρῶν ἐγηγερμένην καὶ τὸν Καλλίμαχον πεπιστευμένον καὶ τοὺς λοιποὺς ἀδελφοὺς δοξάζοντας τὸν θεὸν εἶπεν· Ὢ μέχρι ποῦ τῶν δεινῶν ἀνθρώπων τούτων αἱ δυνάμεις ἐχώρησαν· οὐκ ἐβουλόμην ἐγηγέρθαι ἀλλὰ μᾶλλον τεθνάναι, ὅπως αὐτοὺς μὴ ὁρῶ. Καὶ ταῦτα εἰπὼν φυγὼν ἐξῆλθε τοῦ μνήματος.

LXXXIV. Καὶ ὁ Ἰωάννης ἰδὼν τὴν ἀμετάθετον τοῦ Φουρτουνάτου ψυχὴν εἶπεν· Ὢ φύσις μὴ καταβαλλομένη πρὸς τὸ κρεῖττον· ὢ πηγὴ ψυχῆς μενούσης ἐν ῥύπῳ· ὢ οὐσία φθορᾶς σκότους πλήρης· ὢ θάνατε ἐν τοῖς σοῖς ὀρχούμενε· ὢ δένδρον ἄκαρπον πυρὸς γέμον· ὢ ξύλον τὸν καρπὸν ἄνθρακα γέμον· ὢ ὕλη ὑλομανίας σύνοικε καὶ ἀπιστίας γεῖτον· ἤλεγξας τίς εἶ καὶ ἐλέγχῃ ἀεὶ ἅμα τοῖς σοῖς τέκνοις· καὶ τὸ δύνασθαι δοξάζειν τὸ κρεῖττον οὐκ οἶδας· οὐ γὰρ ἔχεις. τοιγαροῦν οἵα ἡ ὁδός σου τοιαύτη καὶ ἡ ῥίζα καὶ ἡ φύσις. καταργήθητι ἀπὸ τῶν ἐλπιζόντων πρὸς κύριον· ἀπὸ ἐννοιῶν αὐτῶν· ἀπὸ τοῦ νοός· ἀπὸ τῶν ψυχῶν· ἀπὸ τῶν σωμάτων· ἀπὸ πράξεως· ἀπὸ βίου· ἀπὸ ἀναστροφῆς· ἀπὸ ἀπωλείας· ἀπὸ ἐπιτηδεύματος· ἀπὸ συμβουλίας· ἀπὸ ἀναστάσεως τῆς πρὸς θεόν· ἀπὸ εὐωδίας ἧς κοινωνεῖν μέλλεις· ἀπὸ νηστειῶν· ἀπὸ δεήσεων· ἀπὸ λουτροῦ ἁγίου· ἀπὸ εὐχαριστίας· ἀπὸ τροφῆς σαρκός· ἀπὸ πότου· ἀπὸ ἐνδύματος· ἀπὸ ἀγάπης· ἀπὸ τροφῆς σαρκός· ἐγκρατείας· ἀπὸ δικαιοσύνης· ἀπὸ πάντων σε τούτων ἀνοσιώτατε καὶ θεοῦ ἐχθρὲ Σατανᾶ καταργήσει σε Ἰησοῦς Χριστὸς ὁ θεὸς ἡμῶν καὶ τῶν ὁμοίων σου τῶν ἐχόντων σου τὸν τρόπον.

LXXXV. Καὶ ταῦτα εἰπὼν ὁ Ἰωάννης ἐπευξάμενος καὶ λαβὼν ἄρτον ἐκόμισεν εἰς τὸ μνῆμα κλάσαι· καὶ εἶπε· Δοξάζομέν σου τὸ ὄνομα τὸ ἐπιστρέφον ἡμᾶς ἐκ τῆς πλάνης καὶ ἀνηλεοῦς ἀπάτης· δοξάζομέν σε τὸν παρ’ ὀφθαλμοῖς δείξαντα ἡμῖν ἃ εἴδομεν· μαρτυροῦμέν σου τῇ χρηστότητι ποικίλαις φανίσιν· αἰνοῦμέν σου τὸ ἀγαθὸν ὄνομα κύριε ἐλέγξαντι τοὺς ὑπὸ σοῦ ἐλεγχομένους· εὐχαριστοῦμέν σε κύριε Ἰησοῦ Χριστέ, ὅτι πεπείσμεθα ἀμετάβολον οὖσαν· εὐχαριστοῦμέν σου τῷ χρῄσαντι φύσιν φύσεως σῳζομένης· εὐχαριστοῦμέν σοι τῷ τὴν ἀπαραίτητον ἡμῖν δεδωκότι ταύτην ὅτι σὺ μόνος καὶ νῦν καὶ ἀεί· οἱ σοὶ δοῦλοι εὐχαριστοῦμέν σοι μετὰ προφάσεως συλλεγόμενοι καὶ ἀναλεγόμενοι ἅγιε.

LXXXVI. Καὶ εὐξάμενος οὕτως καὶ δοξάσας ἐξῄει τοῦ μνήματος, κοινωνήσας τοῖς ἀδελφοῖς πᾶσι τῆς τοῦ κυρίου εὐχαριστίας· καὶ γενόμενος ἐν τοῖς Ἀνδρονίκου ἔλεγε τοῖς ἀδελφοῖς· Ἀδελφοί, πνεῦμά τι ἐν ἐμοὶ ἐμαντεύσατο τὸν Φουρτουνᾶτον ἀπὸ τῆς τοῦ ὄφεως πληγῆς μελανίᾳ μέλλοντι τεθνάναι· ἀλλὰ μαθέτω τις τάχιον πορευθεὶς εἰ ἄρα οὕτως ἔχει. Καὶ δραμών τις τῶν νεανίσκων εὗρον αὐτὸν λοιπὸν τεθνηκότα καὶ τὴν μελανίαν νεμομένην καὶ ἁψαμένης τῆς καρδίας αὐτοῦ· καὶ ἐλθὼν ἀνήγγειλε τῷ Ἰωάννῃ τρίωρον αὐτὸν τεθνάναι. καὶ εἶπεν ὁ Ἰωάννης· Ἀπέχει τὸ τέκνον σου διάβολε.

LXXXVII. Ἐξήτασαν οὖν οἱ παρόντες τὴν αἰτίαν, καὶ μάλιστα ἠπόρουν εἰρηκυίας τῆς Δρουσίνης ὅτι Μοι ὁ κύριος ὡς Ἰωάννῃ ὤφθη ἐν τῷ μνήματι καὶ ὡς νεανίσκος. Ἠπορημένων οὖν αὐτῶν καὶ τρόπον τινὰ μηδέπω ἐστηριγμένων τῇ πίστει βεβαίως φέρων ὁ Ἰωάννης εἶπεν·

LXXXVIII. Ἄνδρες ἀδελφοί, οὐδὲν ξένον πεπόνθατε οὐδὲ παράδοξον περὶ τῆς εἰς τὸν ἐκδοχῆς, ὅπου γε καὶ ἡμεῖς, οὓς ἐξελέξατο ἑαυτῷ ἀποστόλους, πολλὰ ἐπειράσθησαν· ἐγὼ μὲν ὑμῖν προσομιλῶν οὔτε γράψαι χωρῶ ἅ τε εἶδον ἅ τε ἤκουσα. καὶ νῦν μὴ δεῖ με πρὸς τὰς ἀκοὰς ὑμῶν ἁρμόσασθαι, καὶ καθ’ ἃ χωρεῖ ἕκαστος ἐκείνω ὑμῖν κοινωνήσω ὧν ἀκροαταὶ δύνασθε γενέσθαι, ὅπως ἴδητε τὴν περὶ αὐτὸν δόξαν ἥτις ἦν καὶ ἔστιν καὶ νῦν καὶ εἰς ἀεί. ὅτε γὰρ ἐξελέξατο Πέτρον καὶ Ἀνδρέαν ἀδελφοὺς ὄντας, ἔρχεται πρός με καὶ τὸν ἀδελφόν μου Ἰάκωβον εἰπών· Χρῄζω ὑμῶν, ἔλθατε πρός με. Καὶ ὁ ἀδελφός μου τοῦτο εἶπεν· Ἰωάννη, τὸ παιδίον τοῦτο ἐπὶ τοῦ αἰγιαλοῦ καλέσαν ἡμᾶς τί βούλεται; Κἀγὼ εἶπον· Ποῖον παιδίον; Ὃ δέ μοι πάλιν· Τὸ νεῦον ἡμῖν. Κἀγὼ ἀπεκρινάμην·

Διὰ τὴν πολλὴν ἡμῶν ἀγρυπνίαν τὴν κατὰ θάλασσαν γεγονυῖαν οὐ σὺ ὁρᾷς ἀδελφέ μου Ἰάκωβε; οὐχ ὁρᾷς δὲ τὸν ἑστῶτα ἄνδρα εὔμορφον καλὸν ἱλαροπρόσωπον; Ὃ δέ μοι εἶπεν· Τούτου οὐχ ὁρῶ ἀδελφέ· ἀλλ’ ἐξέλθωμε καὶ ὀψόμεθα τὸ τί βούλεται.

LXXXIX. Καὶ οὕτως σιγῇ τὸ πλοῖον ἀγαγόντες εἴδομεν καὶ αὐτὸν ἅμα ἡμῖν βοηθοῦντα ὅπως τὸ πλοῖον ἑδράσωμεν. ὡς δὲ ἀπέστημεν τοῦ τόπου αὐτῷ βουληθέντες ἕπεσθαι, πάλιν ὤφθη ἐμοὶ ὑπόψιλον ἔχων, τὸ δὲ γένειον δασὶν καταγόμενον, τῷ δὲ Ἰακώβῳ ἀρχιγένειος νεανίσκος. ὑποροῦν μὲν οὖν ἀμφότεροι ὅ τι βούλεται τὸ ὁραθὲν ἡμῖν. εἶτα ἑπόμενοι αὐτῷ ἀμφότεροι κατ’ ὀλίγον ἠποροῦμεν ἐννοούμενοι τὸ πρᾶγμα. ἐμοὶ μέντοι καὶ τὸ παραδοξότερον τότε ἐφαίνετο· ἐπειρώμην γὰρ αὐτὸν κατ’ ἰδίαν ὁρᾶν, καὶ οὐδεπώποτε εἶδον τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπονεύοντας, ἀλλὰ μόνον ἀνεῳγότας. πολλάκις δέ μοι καὶ μικρὸς ἄνθρωπος ἐμφαίνεται δύσμορφος καὶ τὸ πᾶν εἰς οὐρανὸν ἀποβλέπων. εἶχεν δὲ καὶ ἕτερον θαυμαστόν· ἀνακείμενον ἐμὲ ἐπὶ τὰ ἴδια στήθη ἐδέχεται, κἀγὼ συνεῖχον ἑαυτῷ· καὶ ποτὲ μέν μοι λεῖα καὶ ἁπαλὰ τὰ στήθη αὐτοῦ ἐψηλαφᾶτο, ποτὲ δὲ σκληραὶ ὥσπερ πέτραις ὅμοια, ὡς διαπορεῖν με ἐν ἐμαυτῷ καὶ λέγει· Τί ἐστιν τοῦτο; οὗτός μοι. Καὶ ἐννοοῦντός μου ταῦτα αὐτὸς ....

XC. ἄλλοτε δέ ποτε παραλαμβάνει με, Ἰάκωβον καὶ Πέτρον εἰς τὸ ὄρος ὅπου ἦν αὐτῷ ἔθος εὔχεσθαι, καὶ εἴδομεν αὐτῷ φῶς τοιοῦτον ὁποῖον οὐκ ἔστιν δυνατὸν ἀνθρώπῳ χρώμενον λόγῳ φθαρτῷ ἐκφέρειν οἷον ἦν. πάλιν ὁμοίως ἀνάγει ἡμᾶς τοὺς τρεῖς εἰς τὸ ὄρος λέγων· Ἔλθατε σὺν ἐμοί. Ἡμεῖς δὲ πάλιν ἐπορεύθημεν· καὶ ὁρῶμεν αὐτὸν ἀπὸ διαστήματος εὐχόμενον· ἐγὼ δὲ οὖν, ἐπειδὴ ἐφίλει με, ἠρέμα ὡς μὴ ὁρῶντες αὐτὸς αὐτοῦ ἐγγίζω αὐτῷ καὶ ἵσταμαι ἀφορῶν αὐτὸν εἰς τὰ ὀπίσθια αὐτοῦ· καὶ ὁρῶ αὐτὸν ἱμάτια μὲν μηδὲ ὅλως ἠμφιεσμένον, γυμνὸν δὲ τοῦτον ὁρώμενον ὑφ’ ἡμῶν, ἄνθρωπον δὲ οὐδὲ ὅλως· καὶ τοὺς μὲν πόδας ποίας χιόνος λευκοτέρους, ὡς καὶ τὴν γῆν ἐκείνην καταλάμπεσθαι ὑπὸ τῶν ποδῶν· τὴν δὲ κεφαλὴν εἰς τὸν οὐρανὸν ἐρειδομένην, ὡς φοβηθέντα με κραυγάσαι, αὐτὸν δὲ ἐπιστραφέντα μικρὸν ἄνθρωπον ὀφθῆναι καὶ κρατήσαντός μου τὸ γένειον ἀνασπάσαι καὶ εἰπεῖν μοι· Ἰωάννη μὴ γίνου ἄπιστος ἀλλὰ πιστὸς καὶ μὴ περίεργος. Καὶ εἶπον αὐτῷ· Τί γὰρ ἐποίησα κύριε; Λέγω δὲ ὑμῖν ἀδελφοί, οὕτως πεπόνεκα τὸν τόπον ἐκεῖνον ὅθεν μου τοῦ γενείου ἐλάβετο ἡμέρας τριάκον, ὥστε με εἰπεῖν αὐτῷ· Κύριε, εἰ τὸ τίαμα σου παίζοντος τοιαύτην ἀλγηδόνα πεποίηκεν, τί εἰ ῥαπίσμασίν μοι ἔλαβες; Καὶ αὐτός μοι εἶπεν· Σὸν λοιπὸν εἰ τὸν μὴ πειράζειν τὸν ἀπείραστον.

XCI. Ὁ δὲ Πέτρου καὶ Ἰακώβου ἐμοῦ ὁμιλοῦντος τῷ κυρίῳ ἠγανάκτων διανευόμενοί μοι ὅπως παραγένωμαι πρὸς αὐτοὺς ἀπολιπὼν μόνῳ τῷ κυρίῳ. καὶ ἐπορεύθην καὶ εἶπόν μοι ἀμφότεροι· Ὁ τῷ κυρίῳ προσομιλῶν γένον ἐπὶ τοῦ ὕψους τίς εἶ; καὶ γὰρ ἠκροούμεθα ἀμφοτέρων λαλούντων. Καὶ σὺ νοήσας τὴν πολλὴν χάριν αὐτοῦ καὶ πολυπρόσωπον ἑνότητα καὶ σοφίαν ἄληκτον εἰς ἡμᾶς ἀποβλέπουσα εἶπον· Μαθήσεσθε αὐτῷ τοῦτο αὐτὸν ἐξετάσαντες.

XCII. Πάλιν ποτὲ ἡμῶν πάντων τῶν μαθητῶν αὐτοῦ εἰς Γεννησαρὲτ ἐν ἑνὶ καθευδῶν τῷ οἴκῳ ἐγὼ μόνος ἀπὸ τὸ ἱμάτιον ἐντυλιξάμενος ἐπετήρουν τί πράσσει, καὶ ἤκουσα τὸ πρῶτον λέγοντος αὐτοῦ· Ἰωάννη κάθευδε. Κἀγὼ τότε προσποιησάμενος τὸν καθεύδοντα εἶδον ἄλλον ὅμοιον αὐτὸν καθεύδοντά τινα, οὗ κἠκροασάμην λέγοντος τῷ κυρίῳ μου· Ἰησοῦ, οὓς ἐξελέξω ἔτι σοι ἀπιστοῦσιν. Καὶ ὁ κύριός μου εἶπεν αὐτῷ· Καλῶς λέγεις· ἄνθρωπος γάρ εἰσιν.

XCIII. Ἑτέραν δὲ ὑμῖν δόξαν ὁρῶ ἀδελφοί· ποτὲ βουλόμενος αὐτὸν κρατῆσαι ἐν ὑλώδει καὶ παχεῖ σώματι προσέβαλλον· ἄλλοτε δέ ποτε πάλιν ψηλαφῶντός μου αὐτὸν ἄυλον ἦν καὶ ἀσώματον τὸ ὑποκείμενον καὶ ὡς μηδὲ ὅλως ὄν. εἰ δὲ ὑπό τινός ποτε τῶν Φαρισαίων κληθεὶς εἰς κλῆσιν ἐπορεύετο, συναπῄειμεν αὐτῷ· καὶ ἑκάστῳ παρετίθετο ἄρτος εἷς ὑπὸ τῶν κεκληκότων, ἐν οἷς καὶ αὐτὸς ἐλάμβανεν ἕνα· τὸν δὲ αὐτοῦ εὐλογῶν διεμέριζεν ἡμῖν· καὶ ἐκ τοῦ βραχέος ἕκαστος ἐχορτάζετο καὶ οἱ ἡμῶν ἄρτοι ὁλόκληροι ἐφυλάσσοντο, ὥστε ἐκπλήττεσθαι τοὺς καλοῦντας αὐτόν. ἐβουλόμην δὲ πολλάκις σὺν αὐτῷ βαδίζων ἴχνος αὐτοῦ ἐπὶ τῆς γῆς ἰδεῖν εἰ φαίνεται· ἑώρων γὰρ αὐτὸν ἀπὸ τῆς γῆς ἑαυτὸν ἐπαίροντα· καὶ οὐδέποτε εἶδον. καὶ ταῦτα ὑμῖν ἔτι ὥσπερ προτροπῆς ἕνεκεν ἀδελφοὶ τῆς ἐπ’ αὐτὸν πίστεως ὁμιλῶ· τὰ γὰρ μεγαλεῖα αὐτοῦ καὶ θαυμάσια τὸ νῦν σεσιγήσθω, ἄρρητα ὄντα καὶ τάχα οὐ δυνάμενα οὔτε λέγεσθαι οὔτε ἀκούεσθαι.

XCIV. πρὶν δὲ συλληφθῆναι αὐτὸν ὑπὸ τῶν ἀνόμων καὶ ὑπὸ ἀνόμου ὄφεως νομοθετουμένων Ἰουδαίων συναγαγὼν πάντας ἡμᾶς ἔφη· Πρίν με ἐκείνοις παραδοθῆναι ὑμνήσωμεν τὸν πατέρα καὶ οὕτως ἐξέλθωμεν ἐπὶ τὸ προκείμενον. Κελεύσας οὖν ἡμῖν ὥσπερ γῦρον ποιῆσαι, ἀποκρατούντων τὰς ἀλλήλων χεῖρας, ἐν μέσῳ δὲ αὐτὸς γενόμενος, ἔλεγεν· Τὸ ἀμὴν ἐπακούετέ μοι. Ἤρξατο οὖν ὕμνον ὑμνεῖν καὶ λέγειν· Δόξα σοι πάτερ. Καὶ ἡμεῖς κυκλεύοντες ἐπηκούομεν αὐτῷ τὸ ἀμήν. Δόξα σοι λόγε· δόξα σοι χάρις. Ἀμήν. Δόξα σοι τὸ πνεῦμα· δόξα σοι ἅγιε· δόξα σου τῇ δόξῃ. Ἀμήν. Αἰνοῦμέν σε πάτερ· εὐχαριστοῦμέν σοι φῶς ἐν ᾧ σκότος οὐκ οἰκεῖ. Ἀμήν.

XCV. Ἐφ’ ᾧ δὲ εὐχαριστοῦμεν λέγω· σωθῆναι θέλω καὶ σῷσαι θέλω. Ἀμήν. Λυθῆναι θέλω καὶ λῦσαι θέλω. Ἀμήν. Τρωθῆναι θέλω καὶ τρῶσαι θέλω. Ἀμήν. Γεννᾶσθαι θέλω καὶ γεννᾶν θέλω. Ἀμήν. Φαγεῖν θέλω καὶ βρωθῆναι θέλω. Ἀμήν. Ἀκούειν θέλω καὶ ἀκούεσθαι θέλω. Ἀμήν. Νοηθῆναι θέλω νοῦς ὢν ὅλος. Ἀμήν. Λούσασθαι θέλω καὶ λούειν θέλω. Ἀμήν. Ἡ χάρις χορεύει· αὐλῆσαι θέλω· ὀρχήσασθε πάντες. Ἀμήν. Θρηνῆσαι θέλω· κόψασθε πάντες. Ἀμήν. Ὀγδοὰς μία ἡμῖν συμψάλλει. Ἀμήν. Ὁ δωδέκατος ἀριθμὸς ἄνω χορεύει. Ἀμήν. Τῷ δὲ ὅλων ὦ χορεύειν ὑπάρχει. Ἀμήν. Ὁ μὴ χορεύων τὸ γινόμενον ἀγνοεῖ. Ἀμήν. Φυγεῖν θέλω καὶ μένειν θέλω. Ἀμήν. Κοσμεῖν θέλω καὶ κοσμὰς θέλω. Ἀμήν. Ἑνωθῆναι θέλω καὶ νῶσαι θέλω. Ἀμήν. Οἶκον οὐκ ἔχω καὶ οἴκους ἔχω. Ἀμήν. Τόπον οὐκ ἔχω καὶ τόπους ἔχω. Ἀμήν. Ναὸν οὐκ ἔχω καὶ ναοὺς ἔχω. Ἀμήν. Λύχνος εἰμί σοι τῷ βλέποντί με. Ἀμήν. Ἔσοπτρόν εἰμί σοι τῷ νοοῦντί με. Ἀμήν. Θύρα εἰμί σοι κρούοντί με. Ἀμήν. Ὁδός εἰμί σοι παροδίτῃ.

XCVI. ὑπακούω δέ μου τῇ χορείᾳ ἴδε σεαυτὸν ἐν ἐμοὶ λαλοῦντι, καὶ ἰδὼν ὃ πράσσων τὰ μυστήριά μου σίγα. ὁ χορεύων νόει ὃ πράσσω, ὅτι σόν ἐστιν τοῦτο τοῦ ἀνθρώπου πάθος ὃ μέλλω πάσχειν· οὐ γὰρ ἐδύνου ὅλως συνιδεῖν ὃ πάσχεις εἰ μή σοι λόγος ὑπὸ πατρὸς ἐστάλην. ὁ ἰδὼν ὃ πάσχω ὡς πάσχοντα εἶδες, καὶ ἰδὼν οὐκ ἔστης ἀλλ’ ἐκινήθης ὅλος. κινηθεὶς σοφίζειν στρωμνὴν μὲν ἔχεις· ἐπαναπάηθί μοι. τίς εἰμι ἐγὼ γνῶ ὅταν ἀπέλθω. ὃ νῦν ὁρῶμαι τοῦτο οὐκ εἰμί· ὄψει ὅταν σὺ ἔλθῃς. εἰ τὸ πάσχειν ᾔδεις, τὸ μὴ παθεῖν ἂν εἶχες. τὸ παθεῖν σύγγνωθι καὶ τὸ μὴ παθεῖν ἕξεις. ὃ σὺ μὴ οἶδας αὐτός σε διδάξω. θεός εἰμι σοῦ, οὐ τοῦ προδότου. ῥυθμίζεσθαι θέλω ψυχαῖς ἁγίαις ἐπ’ ἐμέ. τὸν λόγον γνῶθι τῆς σοφίας. πάλιν ἐμοὶ λέγε· δόξα σοι πάτερ· δόξα σοι λόγε· δόξα σοι πνεῦμα ἅγιον. τὸ δὲ ἐμὸν ἡθελήσώμην γνῶναι. λόγον ἅπαξ ἔπαιξα πάντα καὶ οὐκ ἐπαισχύνθην ὅλως. ἐγὼ ἐσκίρτησα, σὺ δὲ νόει τὸ πᾶν, καὶ νοήσας λέγε· δόξα σοι πάτερ. Ἀμήν.

XCVII. Ταῦτα ἀγαπητοὶ χορεύσας μεθ’ ἡμῶν ὁ κύριος ἐξῆλθεν· καὶ ἡμεῖς ὥσπερ πλανηθέντες ἢ καὶ ἀποκοιμηθέντες ἄλλος ἀλλαχόσε πεφεύγειμεν. ἐγὼ μὲν οὖν ἰδὼν αὐτὸν πάσχοντα οὐδὲ προσέμεινα αὐτοῦ τῷ πάθει, ἀλλ’ ἔφυγον εἰς τὸ ὄρος τῶν ἐλαιῶν κλαίων ἐπὶ τῷ συμβεβηκότι. καὶ ὅτε τῷ ἀρουβάτῳ ἀπεκρεμάσθη, ὥρας ἕκτης ἡμερινῆς σκότος ἐφ’ ὅλης τῆς γῆς ἐγεγόνει. καὶ στὰς ὁ κύριός μου ἐν μέσῳ τοῦ σπηλαίου καὶ φωτίσας αὐτὸ εἶπεν· Ἰωάννη, τῷ κάτω ὄχλῳ ἐν Ἱεροσολύμοις σταυροῦμαι καὶ λόγχαις νύσσομαι καὶ καλάμοις καὶ ὄξος τε καὶ χολὴν ποτίζομαι. σοὶ δὲ λαλῶ καὶ ὃ λαλῶ ἄκουσον. ἐγώ σοι ὑπέβαλον ἀνελθεῖν εἰς τοῦτο τὸ ὄρος ὅπως ἀκούσῃς ἃ δεῖ μαθητὴν παρὰ διδασκάλου μανθάνειν καὶ ἄνθρωπον παρὰ θεοῦ.

XCVIII. Καὶ εἰπὼν ταῦτα ἔδειξέν μοι σταυρὸν φωτὸς πεπηγμένον καὶ περὶ τὸν σταυρὸν ὄχλον πολύν, μίαν μορφὴν μὴ ἔχοντα. καὶ ἐν αὐτῷ ἦν μορφὴ μία καὶ ἰδέα ὁμοία. αὐτὸν δὲ τὸν κύριον ἐπάνω τοῦ σταυροῦ ἑώρων σχῆμα μὴ ἔχοντα ἀλλά τινα φωνὴν μόνον, φωνὴν δὲ οὐ ταύτην τὴν ἡμῖν συνήθη, ἀλλά τινα ἡδεῖαν καὶ χρηστὴν καὶ ἀληθῶς θεοῦ, λέγουσαν πρός με· Ἰωάννη, ἕνα δεῖ παρ’ ἐμοῦ ταῦτα ἀκοῦσαι· ἑνὸς γὰρ χρῄζω τοῦ μέλλοντος ἀκούειν. ὁ σταυρὸς οὗτος ὁ τοῦ φωτὸς ποτὲ μὲν λόγος καλεῖται ὑπ’ ἐμοῦ δι’ ὑμᾶς, ποτὲ δὲ νοῦς, ποτὲ δὲ Ἰησοῦς, ποτὲ Χριστός, ποτὲ θύρα, ποτὲ ὁδός, ποτὲ ἄρτος, ποτὲ σπόρος, ποτὲ ἀνάστασις, ποτὲ υἱός, ποτὲ πατήρ, ποτὲ πνεῦμα, ποτὲ ζωή, ποτὲ ἀλήθεια, ποτὲ πίστις, ποτὲ χάρις. ται μὲν ὡς πρὸς ἀνθρώπους· ὃ δὲ ὄντως ἐστίν, αὐτὸς πρὸς αὐτὸν νοούμενος καὶ εἰς ἡμᾶς λεγόμενος, διορισμὸς πάντων ἐστίν· καὶ τὸν πεπηγμένον ἐξ ἀνεδράστων ἀνάγγη βιάβα καὶ ἁρμονία σοφίας· σοφία δὲ οὖσα ἐν ἁρμονίᾳ ὑπάρχουσιν δεξιοὶ καὶ ἀριστεροί, δυνάμεις, ἐξουσίαι, ἀρχαὶ καὶ δαίμονες, ἐνέργειαι, ἀπειλαί, θυμοί, διάβολοι, Σατανᾶς καὶ ἡ κατωτικὴ ῥίζα, ἄφες τῶν γινομένων προῆλθεν φύσις.

XCIX. οὗτος οὖν ὁ σταυρὸς ὁ διαπηξάμενος τὰ πάντα λόγῳ καὶ διορίσας τὰ ἀπὸ γενέσεως καὶ κατωτέρω, εἶτα καὶ εἰς πάντα πηγάσας· οὐχ οὗτος δέ ἐστιν ὁ σταυρὸς ὃν μέλλεις ὁρᾶν ξύλινον κατελθὼν ἐντεῦθεν· οὔτε ἐγώ εἰμι ὁ ἐπὶ τοῦ σταυροῦ, ὃν νῦν οὐχ ὁρᾷς ἀλλὰ μόνον φωνῆς ἀκούεις. ὃ οὐκ εἰμὶ ἐνομίσθην, μὴ ὢν ὃ ἤμην ἄλλοις πολλοῖς ἀλλ’ ὅ τι με ἐροῦσιν ταπεινὸν καὶ οὐκ ἐμοῦ ἄξιον. ὡς οὖν ὁ τόπος τῆς ἀναπαύσεως οὔτε ὁρᾶται οὔτε λέγεται, πολλῷ μᾶλλον ὁ τούτου κύριος οὔτε ὀφθήσομαι.

C. ὁ δὲ περὶ τὸν σταυρὸν μονοειδὴς ὄχλος ἡ κατωτικὴ φύσις ὑπάρχει. καὶ οὓς ὁρᾷς ἐν τῷ σταυρῷ, εἰ καὶ μίαν μορφὴν οὐκ ἔχουσιν, οὐδέπω τὸ πᾶν τοῦ κατελθόντος συνελήφθη μέλος. ὅταν δὲ ἀναληφθῇ ἄνθρωποι φύσις καὶ γένος προσχωροῦν ἐπ’ ἐμὲ φωνῇ τῇ ἐμῇ πειθόμενον, ὃν νῦν ἀκούω με σὺ τοῦτο γενήσεται, καὶ οὐκέτι ἔσται ὃ νῦν ἔστιν. ἀλλ’ ὑπὲρ αὐτῶν ὡς κἀγὼ νῦν· μέχρι γὰρ μήπω ἴδιόν μου λέγεις ἑαυτὸν τοῦτο οὐκ εἰμὶ ὅ εἰμι· ἐὰν δέ με ἀκούσῃς, ἀκούων καὶ σὺ μένε ὡς κἀγώ, ἐγὼ δὲ ὃ ἤμην ἔσομαι, ὅταν σὲ ὡς ἐγὼ παρ’ ἐμαυτῷ· παρὰ γὰρ τοῦ τοῦτο εἶ. τῶν οὖν πολλῶν, ἀμέλει καὶ τῶν ἔξω τοῦ μυστηρίου, καταφρόνει· γίνωσκε γάρ με ὅλον παρὰ τῷ πατρὶ καὶ τὸν πατέρα παρ’ ἐμοί.

CI. οὐδὲν οὖν ὧν μέλλουσιν λέγειν περὶ ἐμοῦ ἔπαθα· ἀλλὰ καὶ τὸ πάθος ἐκεῖνο ὃ ἔδειξά σοι καὶ τοῖς λοιποῖς χορεύων μυστήριον βούλομαι καλεῖσθαι. ὃ γὰρ εἰ σὺ ὁρᾷς τοῦτο ἐγώ σοι ἔδειξα· ὃ δέ εἰμι τοῦτο ἐγὼ μόνος οἶδα, ἄλλος οὐδείς. τὸ οὖν ἐμὸν ἐαἴμε ἔχειν, τὸ δὲ σὸν δι’ ἐμοῦ ὁρᾶν, ἐμὲ δὲ ὄντως ὁρᾶν, οὐ ἔφην ὑπάρχειν ἀλλ’ ὃ σὺ δέ νυ γνωρίζειν συγγενὴς ὤν. ἀκούεις με παθόντα καὶ οὐκ ἔπαθον, μὴ παθόντα καὶ ἔπαθον· νυγέντα καὶ οὐκ ἐπλήγην· κρεμασθέντα καὶ οὐκ ἐκρεμάσθην· αἷμα ἐξ ἐμοῦ ῥεύσαντα καὶ οὐκ ἔρευσεν· καὶ ἁπλῶς ἃ ἐκεῖνοι λέγουσιν περὶ ἐμοῦ ταῦτα μὴ ἐσχηκέναι, ἃ δὲ μὴ λέγουσιν ἐκεῖνα πεπονθέναι. τίνα δὲ ἔστιν αἰνίσσομαί σην· οἶδα γὰρ ὅτι συνήσεις. νόησον οὖν με λόγου αἴνεσιν, λόγου νύξι, λόγου αἷμα, λόγου τραῦμα, λόγου ἐξάρτησιν, λόγου πάθος, λόγου πῆξιν, λόγου θάνατον· καὶ οὕτως χωρίσας ἄνθρωπον λέγω. τὸν μὲν οὖν πρῶτον λόγον νόησον, εἶτα κύριον νοήσεις, τὸν δὲ ἄνθρωπον τρίτον καὶ τὸ τί πέπονθεν.

CII. Ταῦτα εἰρηκότος πρός με καὶ ἕτερα ἃ οὐκ οἶδα εἰπεῖν ὡς αὐτὸς θέλει, ἀνελήφθη μηδενὸς αὐτὸν θεασαμένου τῶν ὄχλων. καὶ ἐλθόντος μου κατεγέλων ἐκείνων ἁπάντων εἰρηκότος πρός με ἅπερ εἰρήκασιν περὶ αὐτοῦ, τοῦτο μόνον κρατύνων ἐν ἑαυτῷ ὅτι συμβολικῶς πάντα ὁ κύριος ἐπραματεύσατο καὶ οἰκονομικῶς εἰς ἀνθρώπους ἐπιστροφὴν καὶ σωτηρίαν.

CIII. θεασάμενοι οὖν ἀδελφοὶ τὴν τοῦ κυρίου χάριν καὶ στοργὴν τὴν πρὸς ἡμᾶς προσκυνοῦμεν αὐτοῦ ἐλεηθέντες ὑπ’ αὐτοῦ, μὴ δακτύλοις, μηδὲ στόμασιν, μηδὲ γλώσσῃ, μηδ’ ἑνὶ ὅλως σωματικῷ ὀργάνῳ, ἀλλὰ τῇ ψυχῇ τῇ διαθέσει, αὐτῷ τοῦ ἀνθρώπου γινομένου τούτου τοῦ σώματος· καὶ γρηγορήσωμεν, ὅτι καὶ νῦν φυλακαῖς παρεδρεύει δι’ ἡμᾶς καὶ μνημείοις, δεσμοῖς καὶ δεσμωτηρίοις, ὀνείδεσι καὶ ὕβρεσι, θαλάσσῃ καὶ ξηρᾷ, μάστιξι, καταδίκοις, ἐπιβουλαῖς, δόλοις, τιμωρίαις· καὶ ἁπλῶς ἅπασιν ἡμῶν συνὼν πάσχουσι συμπάσχει καὶ αὐτὸς ἀδελφοί· ὑφ’ ἑκάστου ἡμῶν καλούμενος οὐχ ὑπομένει παρακοῦσαι ἡμῶν, ἀλλ’ ὡς πάντῃ ὢν πάντων ἡμῶν ἀκούειν, καὶ νῦν ἐμοῦ δὲ καὶ τῆς Δρουσίνης, ἐγκεκλεισμένων θεὸς ὤν, βοήθειαν ἡμῖν προσάγων τῇ ἰδίᾳ εὐσπλαγχνίᾳ.

CIV. πείσθητε οὖν καὶ ὑμεῖς ἀγαπητοὶ ὅτι οὐκ ἄνθρωπον ὑμῖν καταγγέλων σέβει, ἀλλὰ θεὸν ἀμετάτρεπτον, θεὸν ἀκράτειστον, θεὸν πάσης ἐξουσίας ἀνώτερον καὶ πάσης δυνάμεως καὶ ἀγγέλων πάντων καὶ κτίσεων λεγομένων καὶ αἰώνων ὅλων πρεσβύτερον καὶ ἰσχυρότερον. εἰς τοῦτο οὖν ἐμμείναντες καὶ εἰς τοῦτο οἰκοδομούμενοι ἀκαθαίρετον ὑμῶν τὴν ψυχὴν ἕξετε.

CV. Καὶ παραδοὺς ταῦτα τοῖς ἀδελφοῖς ὁ Ἰωάννης ἀνεχώρησεν ἅμα τῷ Ἀνδρονίκῳ εἰς περίπατον. καὶ ἡ Δρουσίνη δὲ ἀπὸ μακρόθεν ἠκολούθει ἅμα ποσίν, ἵνα τὰς ὑπ’ αὐτοῦ πράξεις γενομένας θεωροῦσιν καὶ τὸν αὐτοῦ λόγον ἀκούουσιν πάντοτε ἐν κυρίῳ.

CVI. Συνῆν οὖν τοῖς ἀδελφοῖς ὁ Ἰωάννης ἀγαλλιώμενος ἐν κυρίῳ. τῇ δὲ ἑξῆς κυριακῆς οὔσης καὶ τῶν ἀδελφῶν πάντων συλλεγέντων ἤρξατο λέγειν αὐτοῖς· Ἀδελφοὶ καὶ σύνδουλοι καὶ συγκληρονόμοι καὶ συμμέτοχοι τῆς τοῦ κυρίου βασιλείας, γινώσκετε τὸν κύριον πόσας δυνάμεις δι’ ἐμοῦ παρέσχεν ὑμῖν, πόσα τέρατα, ἰάσεις πόσας, πόσα σημεῖα, χαρίσματα οἷα, διδαχάς, κυβερνήσεις, ἀναπαύσεις, διακονίας, γνώσεις, δόξας, χάριτας, δωρεάς, πίστεις, κοινωνίας, ὅσα εἴδετε παρ’ ὀφθαλμοῖς διδόμενα ὑμῖν ὑπ’ αὐτοῦ, μὴ φαινόμενα ὀφθαλμοῖς τούτοις μηδὲ ἀκοαῖς ταύταις ἀκουόμενα. στηρίζεσθε οὖν ἐν αὐτῷ μεμνημένοι αὐτοῦ ἐν πάσῃ ὑμῶν πράξει, ἐπιστάμενοι τὸ γεγονὸς εἰς ἀνθρώπους τῆς οἰκονομίας μυστήριον τίνος ἕνεκεν πεπραγμάτευται ὁ κύριος. αὐτὸς δέεται ὑμῶν δι’ ἐμοῦ ἀδελφοὶ καὶ παρακαλεῖ, ἄλυπος θέλων μένειν, ἀνύβριστος, ἀνεπιβούλευτος, ἀκόλαστος· οἶδεν γὰρ καὶ ὕβριν τὴν ἐξ ὑμῶν, οἶδεν καὶ ἀτιμίαν, οἶδεν καὶ ἐπιβουλήν, οἶδεν καὶ κόλασιν παρακουόντων αὐτοῦ τῶν ἐντολῶν.

CVII. μὴ οὖν λυπείσθω ὁ ἀγαθὸς ἡμῶν θεός, ὁ εὔσπλαγχνος, ὁ ἐλεήμων, ὁ ἅγιος, ὁ καθαρός, ὁ ἀμίαντος, ὁ ἄυλος, ὁ μόνος, ὁ εἷς, ὁ ἀμετάβολος, ὁ εἰλικρινής, ὁ ἄδολος, ὁ ἀόργητος, ὁ πάσης λεγομένης ἢ νοουμένης ἡμῖν προσηγορίας ἀνώτερος καὶ ὑψηλότερος θεὸς ἡμῶν Ἰησοῦς Χριστός· εὐφραινέσθω σὺν ἡμῖν καλῶς ἡμῶν πολιτευομένων, χαιρέτω καθαρῶς βιούντων ἡμῶν, ἀναπαυέσθω σεμνῶς ἡμῶν ἀναστρεφομένων· ἀμεριμνείτω ἐγκρατῶς ἡμῶν βιούντων, ἡδέσθω κοινωνούντων ἡμῶν, μειδιάτω σωφρονούντων ἡμῶν, εὐωχείσθω φιλούντων ἡμῶν αὐτόν. ταῦτα ὑμῖν ἀδελφοὶ ὁμιλῶ νῦν ἐπειγόμενος πρὸς τὸ προκείμενόν μοι ἔργον ἤδη τελειούμενον ὑπὸ τοῦ κυρίου. τί γὰρ ἕτερον ἔχοιμι πρὸς ὑμᾶς εἰπεῖν; ἔχετε τοῦ θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγαθωσύνης αὐτοῦ· ἔχετε τὴν ἀπαραίτητον αὐτοῦ παρουσίαν. εἰ μὲν οὖν μηκέτι ἁμαρτάνετε, ἃ ἐν ἀγνοίᾳ ἐπράξατε ἀφίησιν ὑμῖν· εἰ δὲ καὶ αὐτὸν ἐγνωκότες καὶ ὑπ’ αὐτοῦ ἐλεηθέντες ἐν τοῖς ὁμοίοις πάλιν ἀναστρέφεσθε, καὶ τὰ πρότερα ὑμῖν λογισθήσεται καὶ οὐχ ἕξετε μέρος ἢ ἔλεος ἐνώπιον αὐτοῦ.

CVIII. Καὶ εἰπὼν ταῦτα πρὸς αὐτοὺς ηὔξατο οὕτως· Ὁ τὸν στέφανον τοῦτον πλέξας τῇ σῇ πλοκῇ Ἰησοῦ· ὁ τὰ πολλὰ ταῦτα ἄνθη εἰς τὸ ἀδιάπνευστόν σου ἄνθος τοῦ προσώπου ἐναρμόσας, ὁ ἐγκατασπείρας τοὺς λόγους τούτους· ὁ μόνος κηδεμὼν τῶν σῶν δούλων καὶ ἰατρὸς δωρεὰν ἰώμενος· ὁ μόνος εὐεργέτης καὶ ἀνυπερήφανος, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μόνος σωτὴρ καὶ δίκαιος, ὁ ἀεὶ ὁρῶν τὰ πάντων καὶ ἐν πᾶσιν ὢν καὶ πανταχοῦ παρὼν καὶ τὰ πάντα περιέχων καὶ πληρῶν τὰ πάντα Χριστὲ Ἰησοῦ θεὲ κύριε, ὁ ταῖς σαῖς δωρεαῖς καὶ τῷ σῷ ἐλέει περισκεπάζων τοὺς ἐπὶ σὲ ἐλπίζοντας, ὁ ἐπιστάμενος ἀκριβῶς τοῦ πανταχῇ ἡμῶν ἀντιδίκου τὰς τέχνας τάς τε ἐπηρείας πάσας ἃς καθ’ ἡμῶν ἐπιβουλεύει· σὺ μόνος κύριε βοήθησον ἐν τῇ ἐπισκοπῇ σου τοῖς σοῖς δούλοις· ναὶ κύριε.

CIX. Καὶ αἰτήσας ἄρτον εὐχαρίστησεν οὕτως· Τίνα αἶνον ἢ ποίαν προσφορὰν ἢ τίνα εὐχαριστίαν κλῶντες τὸν ἄρτον τοῦτον ἐπονομάσωμεν ἀλλ’ ἢ σὲ μόνον κύριε Ἰησοῦ; δοξάζομέν σου τὸ λεχθὲν ὑπὸ τοῦ πατρὸς ὄνομα. δοξάζομέν σου τὸ λεχθὲν διὰ υἱοῦ ὄνομα. δοξάζομέν σου τὴν εἴσοδον τῆς θύρας. δοξάζομέν σου τὴν δειχθεῖσαν ἡμῖν διὰ σοῦ ἀνάστασιν. δοξάζομέν σου τὴν ὁδόν. δοξάζομέν σου τὸν σπόρον, τὸν λόγον, τὴν χάριν, τὴν πίστιν, τὸ ἅλας, τὸν ἄλεκτον μαργαρίτην, τὸν θησαυρόν, τὸ ἄροτρον, τὴν σαγήνην, τὸ μέγεθος, τὸ διάδημα, τὸν δι’ ἡμᾶς λεχθέντα υἱὸν ἀνθρώπου, τὸν χαρισάμενον ἡμῖν τὴν ἀλήθειαν, τὴν ἀνάπαυσιν, τὴν γνῶσιν, τὴν δύναμιν, τὴν ἐντολήν, τὴν παρρησίαν, τὴν ἐλπίδα, τὴν ἀγάπην, τὴν ἐλευθερίαν, τὴν εἰς σὲ καταφυγήν. σὺ γὰρ εἶ μόνος κύριε ἡ ῥίζα τῆς ἀθανασίας καὶ ἡ πηγὴ τῆς ἀφθαρσίας καὶ ἡ ἕδρα τῶν αἰώνων, λεχθεὶς ταῦτα πάντα δι’ ἡμᾶς νῦν ὅπως καλοῦντές σε διὰ τούτων γνωρίζωμέν σου τὸ μέγεθος ἀθεώρητον ἡμῖν ἐπὶ τοῦ παρόντος ὑπάρχον, καθαροῖς δὲ θεωρητὸν μόνον ἐν τῷ μόνῳ σου ἀνθρώπῳ εἰκονιζόμενον.

CX. Καὶ κλάσας τὸν ἄρτον ἐπέδωκεν πᾶσιν ἡμῖν, ἑκάστῳ τῶν ἀδελφῶν ἐπευχόμενος ἄξιον ἔσεσθαι αὐτὸν τῆς τοῦ κυρίου χάριτος καὶ τῆς ἁγιωτάτης εὐχαριστίας. γευσάμενος δὲ καὶ αὐτὸς ὁμοίως καὶ εἰρηκὼς Κἀμοὶ μέρος ἔστω μεθ’ ὑμῶν, καὶ Εἰρήνη μεθ’ ὑμῶν ἀγαπητοί,

CXI. μετὰ ταῦτα ἔφη τῷ Βήρῳ· Παραλαβών τινας σὺν σοὶ ἄνδρας δύο ἔχοντας κοφίνους καὶ σκαφεῖα ἀκολούθησόν μοι. Ὁ δὲ Βῆρος μὴ μελλήσας διεπράξατο ὃ ἐκελεύσθη ὑπὸ τοῦ δούλου τοῦ θεοῦ Ἰωάννου. προελθὼν οὖν ὁ μακάριος Ἰωάννης τῆς οἰκίας ἐβάδιζε πρὸ τῶν πυλῶν εἰρηκὼς τοῖς πλείοσιν ἀποστῆναι ἀπ’ αὐτοῦ· καὶ γενόμενος εἴς τι μνημεῖον ἀδελφοῦ ἡμῶν ἔφη τοῖς νεανίσκοις· Σκάψατε τέκνα. Κἀκεῖνοι ἔσκαπτον. ὃ δὲ μᾶλλον ἐπέκειτο αὐτοῖς λέγων· Βαθύτερον ἔστω τὸ σκάμμα. Κἀκείνων σκαπτόντων ὡμίλει αὐτοῖς τὸν λόγον τοῦ θεοῦ καὶ προετρέπετο τοὺς σὺν αὐτῷ ἀπὸ τῆς οἰκίας ἐξεληλυθότας, οἰκοδομῶν καὶ καταρτίζων αὐτοὺς ἐπὶ τὸ τοῦ θεοῦ μέγεθος καὶ ἐπευχόμενος ἑκάστῳ ἡμῶν. ὡς δὲ ἐτέλεσαν τὸ σκάμμα οἱ νεανίσκοι καθὼς ἠβουλήθη, ἡμῶν μηδὲν εἰδότων ἀποδύεται τὰ ἱμάτια αὐτοῦ ἃ ἠμφίεστο καὶ ἐπιβάλλει αὐτὰ ὥσπερ τινὰ στρωμνὴν ἐν τῷ βάθει τοῦ σκάμματος καὶ ἐν μόνῳ τῷ δικροσσίῳ στὰς ἀνατείνας τὰς χεῖρας ηὔξατο οὕτως·

CXII. Ὁ ἐκλεξάμενος ἡμᾶς εἰς ἀποστολὴν ἐθνῶν· ὁ πέμψας ἡμᾶς εἰς τὴν οἰκουμένην θεός· ὁ δείξας ἑαυτὸν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν· ὁ μὴ ἠρεμήσας πώποτε ἀλλὰ ἀεὶ σῴζων ἀπὸ καταβολῆς κόσμου τοὺς δυναμένους σωθῆναι· ὁ διὰ πάσης φύσεως ἑαυτὸν γνωρίσας· ὁ καὶ μέχρι ζῴων ἑαυτὸν κηρύξας· ὁ τὴν ἔρημον καὶ ἀγριωθεῖσαν ψυχὴν ἥμερον καὶ ἡσύχιον ποιήσας· ὁ διψώσῃ αὐτῇ τοὺς σοὺς λόγους ἑαυτὸν δούς· ὁ νεκρουμένῃ αὐτῇ ἐν τάχει ὀφθείς· ὁ βυθιζομένῃ αὐτῇ εἰς ἀνομίαν νόμος φανείς· ὁ νενικημένῃ αὐτῇ ὑπὸ τοῦ Σατανᾶ ἐμφανισθείς· ὁ νικήσας τὸν ἀντίδικον αὐτῆς ἐπὶ σὲ καταφυγούσης· ὁ δοὺς αὐτῇ τὴν σὴν χεῖρα καὶ ἀνεγείρας τῶν ἐν ᾅδου πραγμάτων· ὁ μὴ ἐάσας αὐτὴν ἐν σώματι πολιτεύεσθαι· ὁ δείξας αὐτῇ τὸν ἴδιον ἐχθρόν· ὁ τὴν ἐπὶ σὲ γνῶσιν καθαρὰν πεποιημένος θεὲ Ἰησοῦ· ὁ τῶν ὑπερουρανίων πατήρ· ὁ τῶν ἐπουρανίων δεσπότης· ὁ τῶν αἰθερίων νόμος καὶ τῶν ἀερίων δρόμος· ὁ τῶν ἐπιγείων φύλαξ καὶ τῶν ὑπογείων φόβος καὶ τῶν ἰδίων χάρις· δέξαι καὶ τοῦ σοῦ Ἰωάννου τὴν ψυχὴν τάχα ἠξιωμένην ὑπὸ σοῦ.

CXIII. ὁ κἀμὲ φυλάξας μέχρι τῆς ἄρτι ὥρας καθαρὸν ἑαυτῷ καὶ ἀμιγῆ μείξεως γυναικός· ὁ θέλοντί μοι ἐν νεότητι γῆμαι ἐπιφανεὶς καὶ εἰρηκώς μοι· Χρῄζω σου Ἰωάννη· Ὁ καὶ ἀσθένειάν μοι σωματικὴν προοικονομήσας· ὁ τρίτον μου βουληθέντος γῆμαι παραυτίκα ἐμποδίσας μοι, ἔπειτα δὲ ἡμέρας ὥρᾳ τρίτῃ ἐν θαλάσσῃ εἰρηκώς μοι· Ἰωάννη, εἰ μὴ ἦς ἐμός, εἴασα ἄν σε γῆμαι· Ὁ πηρώσας με δύο ἔτη, πενθεῖν καὶ δέεσθαί σου παρασχόμενος· ὁ τῷ τρίτῳ ἔτει ἐπανοίξας μοι τοῦ νοὸς τὰς ὄψεις καὶ τοὺς φαινομένους ὀφθαλμοὺς χαρισάμενός μοι· ὁ διαβλέψαντός μου καὶ τὸ ἀτενίσαι γυναικὶ ἐπαχθές μοι διαγράψας· ὁ τῆς προσκαίρου φαντασίας ῥυσάμενός με καὶ εἰς τὴν ἀεὶ μένουσαν ὁδηγήσας με· ὁ τῆς ἐν σαρκὶ ῥυπαρᾶς μανίας χωρίσας με· ὁ τοῦ πικροῦ θανάτου στερήσας με, ἐπὶ δὲ σὲ καταστήσας με μόνον· ὁ τὴν ἀπόκρυφον νόσον τῆς ψυχῆς μου φιμώσας καὶ τὴν φανερὰν πρᾶξιν ἐκκόψας· ὁ θλίψας καὶ ἐξορίσας τὸν ἐν ἐμοὶ στασιάζοντα· ὁ ἄσπιλόν μου τὴν πρὸς σὲ φιλίαν καταστήσας· ὁ ἄθραυστόν μου τὴν πρὸς σὲ πορείαν καταρτίσας· ὁ ἀνενδοίαστόν μου τὴν εἰς σὲ πίστιν δούς· ὁ καθαράν μου τὴν εἰς σὲ γνώμην ὑπογράψας· ὁ τῶν ἔργων ἑκάστῳ τὸν ἐπάξιον ἀποδιδοὺς μισθόν· ὁ ἐγκαταθέμενός μου τῇ ψυχῇ μηδὲν ἔχειν κτῆμα ἢ σὲ μόνον· τί γὰρ σοῦ τιμιώτερον; νῦν οὖν κύριε ὅτε ἣν ἐπιστεύθην οἰκονομίαν παρὰ σοῦ ἐτέλεσα, καταξίωσόν με τῆς σῆς ἀναπαύσεως τὸ ἐν σοὶ τέλος χαριζόμενός μοι, ὅπερ ἐστὶν ἄρρητος καὶ ἄφθεγκτος σωτηρία.

CXIV. καὶ ἐρχομένου μου πρός σε ὑποχωρησάτω πῦρ, νικηθήτω σκότος· ἀτονησάτω χάος· μαρανθήτω κάμινος· σβεσθήτω γέεννα· ἀκολουθησάτωσαν ἄγγελοι, φοβηθήτωσαν δαίμονες· θραυσθήτωσαν ἄρχοντες, δυνάμεις πεσέτωσαν· δεξιοὶ τόποι στηκέτωσαν, ἀριστεροὶ μὴ μενέτωσαν· ὁ διάβολος φιμωθήτω, ὁ Σατανᾶς καταγελασθήτω· ὁ θυμὸς αὐτοῦ ἐκκαυθήτω· ἡ μανία αὐτοῦ ἠρεμησάτω· ἡ τιμωρία αὐτοῦ ἀσχημονείτω· ἡ ὁρμὴ αὐτοῦ ὀδυνάσθω· τὰ τέκνα αὐτοῦ παταχθήτω καὶ ὅλη ἡ ῥίζα αὐτοῦ ἀπορρηθήτω. καὶ δός μοι τὴν πρὸς σὲ ὁδὸν ἀνύβριστον καὶ ἀνεπηρέαστον διανύσαι, ἀπολαμβάνοντα ἅπερ ὑπέσχου τοῖς καθαρῶς βιοῦσιν καὶ σὲ μόνον ἀγαπήσασιν.

CXV. Καὶ σφραγισάμενος ἑαυτὸν ὅλον ἑστὼς καὶ εἰρηκὼς Σὺ μετ’ ἐμοῦ κύριε Ἰησοῦ Χριστέ, κατεκλίθη ἐν τῷ σκάμματι ἔνθα τὰ ἱμάτια αὐτοῦ ὑπέστρωσεν· καὶ εἰπὼν ἡμῖν Εἰρήνη μεθ’ ὑμῶν ἀδελφοί, παρέδωκε τὸ πνεῦμα χαίρων.

 

 

II. ... ἀνήνεγκαν πρὸς βασιλέα οὕτως·

III. Αὐτοκράτορι Καίσαρι Σεβαστῷ νικητῇ τροπαιούχῳ· γνωστὸν ἔστω σοι ὅτι Ἰωάννης τις ὀνόματι, τῷ γένει Ἰουδαῖος, τῆς θρησκείας τῶν Γαλιλαίων, καταλαβὼν τὴν Ἀσίαν, ἔτι μὴν καὶ τὴν δουλικήν σου πόλιν Ἐφεσίων, ἐξέστησε πάντας καὶ ἀνέτρεψεν ἐκ τῆς πατροπαραδότου θρησκείας, ἕλκων πάντας ὀπίσω αὐτοῦ, ὥστε γενέσθαι ξένον ὄνομα καὶ ἔθνος ἕτερον· καὶ εἰ μὴ σπεύσας τοῦτον ταχέως σβέσῃς, ἀπώλεσε καὶ τὸ ἔθνος καὶ τὴν χώραν.

V. Ὁ δὲ βασιλεὺς Ἀδριανὸς ταῦτα ἀκούσας ἀπέστειλε ταχυδρόμους στρατιώτας μεταστείλασθαι τὸν ἀπόστολον πρὸς αὐτόν. οἱ δὲ στρατιῶται σπεύσαντες κατέλαβον τὴν Ἔφεσον. καὶ δὴ ἐρωτήσαντες Ποῦ φησίν ἐστιν Ἰωάννης ὁ Γαλιλαῖος; ὑπέδειξαν αὐτοῖς τὸ κελλίον ἡμῶν. οἳ δὲ ἐγγίσαντες εὗρον τὸν θεολόγον καὶ λέγουσιν αὐτῷ· Σὺ εἶ Ἰωάννης ὁ Γαλιλαῖος; Ὃ δὲ Ναί φησιν, ἐγώ εἰμι. Οἳ δὲ ἰδόντες τὴν ἀρετὴν τοῦ ἀνδρός, τό τε ταπεινὸν αὐτοῦ καὶ ἡσύχιον, ἅμα δὲ καὶ τὸ εὐπρεπὲς τοῦ προσώπου, μᾶλλον ἐτίμησαν τὸν ἄνδρα· καὶ μετὰ αἰδοῦς λέγουσιν αὐτῷ· Καλεῖ σε ὁ βασιλεὺς Ῥωμαίων· δεῦρο, πορεύθητι μεθ’ ἡμῶν. Ὁ δὲ θεολόγος ταύτην τὴν ἀγγελίαν δεξάμενος ταχέως ἀναστὰς καὶ λαβὼν τὸ πάλλιον αὐτοῦ ἔδησεν ἐν αὐτῷ φοίνικας ὡσεὶ χεῖρας δύο· καὶ ἐξελθὼν λέγει αὐτοῖς· Δεῦτε καὶ πορευθῶμεν.

VI. Αὐτίκα γοῦν λαβόντες οἱ στρατιῶται τὸν Ἰωάννην, κἀμὲ ἐπιτρέψαντες ἀκολουθεῖν, ἐπορεύθημεν μετὰ σπουδῆς. καὶ ἀνύσαντες ὁδὸν ἡμερῶν ἑπτὰ οὐδενὸς βρώματος μετέλαβεν ὁ Ἰωάννης. ὁρῶντες δὲ αὐτὸν οἱ στρατιῶται ἄσιτον διαμένοντα, ἔσχαλον δεδοικότες μή πως ἐκ τῆς πολλῆς ἀσιτίας ἀτονήσας τῆς ζωῆς ἀφαιρεθῇ καὶ τούτοις οἴκτιστον θάνατον ὑπὸ τοῦ βασιλέως ἐπάξῃ, ἐδεξιοῦντο αὐτὸν προσκυλινδούμενοι τοῖς τούτου ποσὶ βρώσεως μεταλαβεῖν. ὁ δὲ θεολόγος θέλων αὐτοὺς θεραπεῦσαι, λαβὼν ἐκ τῶν φοινίκων ὧν εἶχε δεδεμένων ἐν τῷ παλλίῳ αὐτοῦ ἔφαγεν ἔμπροσθεν αὐτῶν. οἱ οὖν στρατιῶται ἰδόντες αὐτὸν βρώσεως μεταλαβόντα εὐθυμήσαντες σπουδαῖοι τὴν πορείαν πρὸς τὴν Ῥώμην ἐποιοῦντο.

VII. Καὶ δὴ φθάσαντες τὴν Ῥώμην παρέστησαν τὸν ἀπόστολον τῷ βασιλεῖ. ὁ δὲ ἀπόστολος εἰσελθὼν ἐνώπιον τοῦ βασιλέως καὶ ἐγγίσας αὐτὸν ἐφίλησεν αὐτὸν κατὰ τοῦ στέρνους καὶ τῆς κεφαλῆς. ὁ δὲ βασιλεὺς πρὸς αὐτὸν ἔφη· Πῶς σὺ ἐμὲ πεφίληκας; ἐγὼ γάρ εἰμι ἄνθρωπος· σὺ δὲ ὡς ἀκούω θεὸν ἐπουράνιον προσκυνεῖν καὶ σέβειν πάντας ἀνθρώπους διδάσκεις. Ὁ δὲ θεολόγος πρὸς τὸν βασιλέα ἔφη· Ἐπειδὴ γέγραπται Καρδία βασιλέως ἐν χειρὶ κυρίου· καὶ πάλιν Χεὶρ κυρίου ἐπὶ κορυφὴν βασιλέως, τούτου χάριν πεφίληκά σου τὸ στῆθος καὶ τὴν κορυφήν.

VIII. Ὁ δὲ βασιλεὺς ἀσμένως δεξάμενος τὴν ἀπόκρισιν τοῦ θεολόγου ἔφη πρὸς αὐτόν· Ἀγγελία μοι ἦλθε περὶ σοῦ ὅτιπερ ἐξέστησας ὅλον τὸ ἔθνος καὶ μάλιστα τῶν Ἐφεσίων ἐν φαντασίαις τινὲς καὶ μαγικαῖς χρώμενος μαγγανείαις· ἀλλὰ καὶ ἕτερον θεὸν κηρύττεις καὶ προσκυνεῖς παρὰ τοὺς ὄντας θεοὺς τοὺς παρ’ ἡμῶν σεβομένους· πλὴν πειράσομαι καὶ γνώσομαι εἰ βοηθήσει ὁ θεὸς ὃν κηρύττεις.

IX. Εἶτα προσκαλεσάμενος ὁ βασιλεὺς μάγον τινὰ ἐπίσημον ἐργάτην τοῦ διαβόλου λέγει αὐτῷ· Σκεύασόν μοι δηλητήριον τοιοῦτον ὥστε μόνωρον γενέσθαι τὸν ἁψάμενον αὐτό. Ταῦτα ἀκούσας ὁ μάγος παρὰ τοῦ βασιλέως ἀπελθὼν ἐποίησε τὸ ἐπιταχθὲν αὐτῷ παρὰ τοῦ βασιλέως καὶ φέρει αὐτῷ, καί φησιν ὁ βασιλεύς· Δοθήτω Ἰωάννῃ τῷ Γαλιλαίῳ. Καὶ γεμίσας ὁ μάγος τὴν κύλικα, ἐπιδίδωσι τῷ θεολόγῳ. ὃ δὲ δεξάμενος τὸ φάρμακον καὶ κατασφραγισάμενος αὐτὸ καὶ ἐπικαλεσάμενος τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔπιεν αὐτὸ ὥσπερ μεθ’ ἡδονῆς πολλῆς.

X. Αὐτοῦ δὲ μηδὲν πάσχοντος τὸ σύνολον ἔμεινεν ὁ βασιλεὺς καὶ ὁ μάγος καὶ πάντες οἱ σὺν αὐτοῖς ἐννεοί, ἐξιστάμενοι καὶ θαυμάζοντες πῶς ἔμεινεν ἀβλαβὴς ἀπὸ τοῦ φαρμάκου ὁ θεολόγος. ἤρξατο οὖν μέμφεσθαι ὁ βασιλεὺς τὸν μάγον ὡς μὴ σκευάσαντος αὐτοῦ δόκιμον τὸ δηλητήριον. ὁ δὲ θεολόγος λέγει πρὸς τὸν βασιλέα· Βασιλεῦ γνῶθι ὅτι τὸ μὲν δηλητήριον δόκιμόν ἐστιν· ἀλλ’ ὁ Χριστὸς καὶ θεός μου ὁ εἰπὼν ἡμῖν ὅτι κἂν θανάσιμόν τι πίωσιν οἱ πιστεύοντες εἰς αὐτόν, οὐ μὴ αὐτοὺς βλάψῃ, αὐτὸς καὶ τοῦτο καὶ πάσας τὰς μαγγανείας τοῦ διαβόλου καὶ τῶν τούτου ὑπηρετῶν ἀφανεῖς καὶ ἀδοκίμους ἐργάζεται. εἰ δὲ βούλει βασιλεῦ τὴν ἀλήθειαν τῶν λεγομένων μαθεῖν, κέλευσον ἐνεχθῆναι ἕνα δέσμιον ἐξ ὧν ἔχεις ἐν τῷ δεσμωτηρίῳ· καὶ πειράσωμεν τοῦ δηλητηρίου τὴν ἐνέργειαν. Ὁ δὲ βασιλεὺς ἀκούσας ταῦτα παρὰ τοῦ θεολόγου τὸ τάχος ἐποίησε καὶ ἤγαγεν ἕνα δέσμιον καὶ λέγει τῷ μάγῳ· Πλήσας τὴν κύλικα ἐκ τοῦ δηλητηρίου δὸς αὐτῷ πιεῖν. Ὁ δὲ θεολόγος λέγει· Οὐχί, ἀλλὰ κλύσας τὴν φιάλην ἣν ἐξέπιον μεθ’ ὕδατος δοθήτω αὐτῷ· καὶ ἴδωμεν τί τὸ ἀποβησόμενον. Καὶ κλύσας τὸ ποτήριον μεθ’ ὕδατος ὁ μάγος καὶ τῷ ἀνθρώπῳ ἐπιδώσας, παραχρῆμα πιὼν ἀπέψυξεν.

XI. Ἰδόντες δὲ ὅ τε βασιλεὺς καὶ οἱ σὺν αὐτῷ πάντες ἐφοβήθησαν σφόδρα. τότε λέγει ὁ θεολόγος· Ἐπειδὴ αἴτιος θανάτου γέγονα τοῦ ἀνθρώπου τούτου, χρή με λοιπὸν καὶ εὐξαμένου μου ἐγεῖραι αὐτόν. Καὶ στὰς ἐπὶ ὥραν μίαν καὶ εὐξάμενος ἤγειρε τὸν τεθνηκότα ἔμπροσθεν τοῦ βασιλέως καὶ τῶν συνόντων αὐτῷ πάντων.

XII. Τότε ἰδὼν ὁ βασιλεὺς καὶ οἱ σὺν αὐτῷ ἐφοβήθησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ ἐπίστευσαν πολλοὶ τῷ θεῷ καὶ τῷ ἀποστόλῳ. ὁ δὲ βασιλεὺς ἰδὼν ὅτι εὔλογον αἰτίας εὑρίσκει καθ’ ἡμῶν λέγει τῷ ἀποστόλῳ· Ἐπειδὴ κατηγορίας ἐδεξάμην κατὰ σοῦ καὶ θεσμοὶ βασιλικοί εἰσι μὴ ἀτιμωρήτους ἐξέρχεσθαι τοὺς κατηγορουμένους, κελεύομέν σε ἐν νήσῳ τινὶ ἀπενεχθῆναι λεγομένῃ Πάτμῳ ἄχρι καιροῦ. Ὁ δὲ θεολόγος λέγει αὐτῷ· Ποίει ὃ βούλει.

XIII. Ὁ δὲ βασιλεὺς ἀπέστειλεν ἡμᾶς ἐν τῇ νήσῳ,

XIV. τριετῆ χρόνον ποιήσαντες ἐν Πάτμῳ *** τοῦ δὲ βασιλέως Ῥωμαίων τοῦ βίου τούτου ἐξελθόντος κατὰ τοὺς καιροὺς τῆς ἐξορίας Ἰωάννου, αὐτίκα καὶ ὁ ἀπόστολος διὰ τὸ μὴ εἶναι πλοῖον ἐν τῇ νήσῳ ὅπερ ἐξορμήσει πρὸς τὴν στερεὰν γῆν ξύλου εὐτελοῦς ἐπιλαβόμενος φελλοῦ τοὔνομα καὶ τοῦτο ἐπιθήσας ἐπὶ τὰ νῶτα τῆς θαλάσσης καὶ ἐπιβιβάσας ἑαυτὸν ἐπὶ τὸ ξύλον κἀμὲ ἐπιτρέψας ἀνελθεῖν, εὐθυδρομεῖν ἠπείγετο ἄντικρυς τῆς τῶν Μιλησίων πόλεως. ἰδοῦσα δὲ ἡ θάλασσα τὸν τοῦ κυρίου ἀπόστολον καὶ ἠγαπημένον μαθητὴν καθάπερ εὔσημος δούλη τὰ νῶτα ὑφαπλώσασα τοῦτον μετὰ πάσης εὐλαβείας πρὸς τὴν γῆν παραστῆσαι ἐσπούδασεν.

XV. Ἀποβάντος δὲ αὐτοῦ ἀπὸ τῆς θαλάσσης ἐν ἀκτῇ τινι ὡς ἀπὸ ὀκτὼ σημείων τῆς πόλεως Μιλήτου εὗρεν ἐκεῖσε κώμην μικράν. καὶ εἰσελθὼν ἐν αὐτῇ, καὶ καθίσαντος ἐπάνω πέτρας, ὡς ἔθος ἦν τῷ ἀποστόλῳ ποιεῖν εἰς πάντα τὰ ἔθνη ἃ ἐδίδαξε, πεποίηκε καὶ ἐν τῇ κώμῃ ταύτη, καὶ κατεφώτισε πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ διὰ τῆς αὐτοῦ διδασκαλίας.

XVI. Εἶτα ἐκεῖθεν ἀναστὰς ἐπορεύετο πρὸς τὴν τῶν Ἐφεσίων πόλιν. πορευομένου δὲ αὐτοῦ εἰσῆλθε καὶ ἐν τῇ τῶν Μιλησίων πόλει· καὶ πολλὰς θαυματουργίας κἀκεῖσε ἐπιτελέσας τῇ τοῦ ἁγίου πνεύματος χάριτι πολλοὺς καὶ τῶν ἐκεῖσε μαθητὰς τοῦ Χριστοῦ καὶ οὐρανοπολίτας εἰργάσατο. τινὲς δὲ τῶν ἐθελοκακούργων ἀναστάντες καὶ πολλοὺς πειρασμοὺς τῷ ἀποστόλῳ προσενέγκαντες, ἔτι μὴν καὶ δηλητήριον θανάτου ποτίσαντες αὐτόν, οὐδὲν ἴσχυσαν κατ’ αὐτοῦ· αὐτὸς γὰρ παραυτὰ ἐξεμέσας τὸ φάρμακον ἔμεινεν ἀβλαβής, καὶ λοιπὸν ὥδευε τὴν ὁδὸν αὐτοῦ χαίρων.

XVII. Οἱ δὲ ἄνδρες τῆς κώμης ἐκείνης ἔνθα κατήντησεν ὁ ἀπόστολος ἐξελθὼν ἀπὸ τῆς θαλάσσης ἀναστάντες ἤγειραν εὐκτήριον μικρὸν τοῦ θεολόγου εἰς μέσον περιλαβόντες τὴν πέτραν ἔνθα καθεσθεὶς ὁ ἀπόστολος ὑπέδειξεν αὐτοῖς προσκυνεῖν καὶ δοξάζειν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν. ἡ δὲ πέτρα ἐκείνη οὐκ ἐπαύσατο ἐκβλύζειν τὸ κατὰ καιρὸν μύρον εὐωδίας εἰς ἐπίδειξιν καὶ πίστιν πάντων τῶν πιστῶν. ἐλθόντων δὲ ἡμῶν ἐν Ἐφέσω ἐξῆλθε πᾶς ὁ λαὸς εἰς ἀπάντησιν τοῦ ἀποστόλου.

XXXXXXVII. Μετὰ δὲ τρεῖς ἡμέρας ἐνεφάνισεν ἑαυτὸν ὁ Ἰωάννης τοῖς Ἐφεσίοις καὶ ἤρξατο διδάσκειν αὐτούς. καὶ οἳ μὲν ἐπείθοντο τοῖς λεγομένοις ὑπ’ αὐτοῦ, οἳ δὲ μυκτηρίζοντες ἀνεχώρουν.

XXXVIIIXLI. Συνηγμένων οὖν πάντων ἐν τῇ ἑορτῇ τῆς μιαρᾶς Ἀρτέμιδος καὶ τὰς θυσίας ἐπιτελούντων – τὸν γὰρ ναὸν αὐτῆς καταστραφέντα ὑπὸ Ἰωάννου ὄντων ἡμῶν ἐν τῇ ἐξορίᾳ οὗτοι πάλιν ἀνοικοδόμησαν – ὁ δὲ Ἰωάννης ἐν τῇ ἑορτῇ αὐτῶν ἔστη ἐφ’ ὑψηλοῦ τόπου καὶ ἐδίδασκεν τοὺς ὄχλους ἀποστῆναι τῆς μυσαρᾶς θυσίας. οἳ δὲ οὐκ ἠνέσχοντο ἀκοῦσαι αὐτοῦ λέγοντες· Τίς σε ἥφερεν ὧδε μάγε; μὴ καὶ τοῦτον τὸν ναόν, ὃν μετὰ πολλοῦ κόπου οἰκοδομήσαμεν, βούλει καταστρέψαι ὃν τρόπον καὶ πρότερον πεποίηκας; Ὁ δὲ Ἰωάννης ἔφη πρὸς αὐτούς· Οὐ μόνον ὁ ναὸς ὑμῶν ἀφίεται ἔρημος, ἀλλὰ καὶ ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν πανολεθρίᾳ παραδοθήσεσθε, ἐὰν μὴ ἐπιγνῶτε τὸν ὄντως ὄντα θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Πλησθέντες δὲ θυμοῦ καὶ καταγαγόντες αὐτὸν τύπτοντες ἔσυραν ἀνηλεῶς. κείμενος δὲ ὁ ἀπόστολος τοῦ Χριστοῦ ἐπὶ τὴν γῆν προσηύξατο λέγων· Κύριε Ἰησοῦ Χριστέ, καταπέσοι τὸ ἱερὸν τῆς μιαρᾶς Ἀρτέμιδος καὶ ἔμβαλε εὐθύτητα εἰς τὰς καρδίας τοῦ λαοῦ τούτου, ἐπιγνῶναι σὲ τὸν ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας υἱόν σου μονογενῆ Ἰησοῦν Χριστὸν σωτῆρα τοῦ κόσμου.

XLII. Καὶ εὐθέως σεισμὸς ἐγένετο καὶ βροντὴ φοβερὰ καὶ κατεστράφη ὁ ναὸς τῆς Ἀρτέμιδος ἄνω κάτω, καὶ τὰ εἴδωλα πάντα συνετρίβησαν, καὶ πλῆθος τοῦ λαοῦ ἐκ τοῦ φόβου ἀπέθανον. ἰδόντες δὲ οἱ λοιποὶ τὸ γεγονὸς εἶπον· Οὐαὶ ἡμῖν· ἕως πότε παροργίζομεν τὸν θεὸν ἀνεχόμενος ἐπὶ ταῖς κακίαις ἡμῶν; μή ποτε ἐν τῇ ἀπιστίᾳ ἡμῶν πανολεθρίᾳ παραπέμψει ἡμᾶς καὶ τὴν πόλιν ἡμῶν. Καὶ ἐλθόντες ἅπαντες ὁμοθυμαδὸν κράζοντες καὶ λέγοντες· Μηδαμῶς ἀπολλώμεθα δοῦλε τοῦ θεοῦ, ἀλλ’ εὖξαι ὑπὲρ ἡμῶν. νῦν ἔγνωμεν ὅτι παρὰ θεοῦ ἀπεστάλης ἐπὶ σωτηρίᾳ ἡμῶν καὶ μέγας ἐστὶν ὁ θεὸς ὃν κηρύττεις καὶ οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ.

XLIII. Τότε ἀναστὰς ὁ ἀπόστολος εὐλογήσας αὐτοὺς καὶ ἱκανῶς διδάξας καθ’ ἑκάστην ἡμέραν ἐβάπτιζεν χιλιάδας καὶ ἑκατοντάδας.

XLIV. Καὶ πάντες ἔφερον τὰ εἴδωλα αὐτῶν καὶ συνέτριβον αὐτὰ πρὸ προσώπου Ἰωάννου. προσελθὼν δὲ Ἰωάννης καὶ ἐπὶ τοῖς τεθνήξασιν ἀνθρώποις προσευξάμενος ἀνέστησεν αὐτούς. καὶ οὐκέτι λοιπὸν ἦν ἐν αὐτοῖς σκάνδαλον, ἀλλὰ πᾶσα ἡ πόλις ἀπὸ μικροῦ ἕως μεγάλου γεγόνασιν χριστιανοί, οὐ μὴν ἀλλὰ καὶ πᾶσα ἡ περίχωρος· καὶ ἦν Ἰωάννης οἰκοδομῶν ναοὺς καὶ καταρτίζων ἱερεῖς καὶ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

XLV. Εἶθ’ οὕτως ἐν τῇ Σμυρναίων πόλει ἀπελθόντων ἡμῶν πάντα τὰ εἴδωλα συνετρίβησαν τῇ δυνάμει τοῦ Χριστοῦ. καὶ καθιερώσας ναοὺς ὁ ἀπόστολος τοῦ Χριστοῦ καὶ κατηχήσας αὐτοὺς ἐβάπτισεν ἅπαντας καὶ πᾶσαν τὴν παράλιον ἐκείνην, καταλιπὼν ἐκεῖσε πρόεδρον Βούκολον καὶ Πολύκαρπον τοὺς αὐτοῦ μαθητὰς καὶ Ἀνδρόνικον.

XLVI. Καὶ ἦσαν ἐκεῖ δύο ἱερεῖς τῆς Ἀρτέμιδος ἀδελφοὶ τυγχάνοντες σαρκικοί. συνέβη οὖν τὸν ἕνα τελευτῆσαι· καὶ δραμὼν ὁ ἕτερος πρὸς Ἰωάννην λέγων ἐν ἑαυτῷ· Πάντως ἐμοῦ πιστεύοντος καὶ τὴν ἐμαυτοῦ ψυχὴν διασῴσαντος οὐκ ἀντερεῖ ὁ Ἰωάννης ἀναστῆσαι νεκρὸν τὸν ἀδελφόν μου. Καὶ ἡνίκα ἤγγισεν πρὸς Ἰωάννην, εἶπεν πρὸς αὐτόν· Οὐ ταῦτα ἐνεθυμήθης τέκνον; ὄντως, καὶ καλὴν βουλὴν ἐποιήσω. Τρόμος δὲ καὶ φρίκη κατέσχεν τὸν ἱερέα ὅτι οὕτως εἶπεν αὐτὸν ῥᾳδίως ὁ ἀπόστολος τοῦ Χριστοῦ τὰ ἐνθυμήματα αὐτοῦ.

XLVII. Τότε λαβόμενος αὐτοῦ τῆς χειρὸς ἀνῆλθεν ἐν ᾧ τὸ πτῶμα ἦν τοῦ τεθνηκότος, ὄχλου πολλοῦ περιόντος, καὶ κρατήσας τῆς χειρὸς αὐτοῦ εἶπεν· Ἀνάστα ὁ καθεύδων ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου· Καὶ εὐθέως ἀνέστη ὁ ἱερεὺς ὑγιής. τοῦ δὲ ὄχλου θαυμάζοντος καὶ κράζοντος· Μέγας ὁ θεὸς Ἰωάννου· ἐπιλαβόμενος αὐτοὺς ὁ Ἰωάννης καὶ κατηχήσας ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος σὺν πολλῷ πλείονι ὄχλῳ. ἐμείναμεν δὲ ἐν ταῖς πέριξ χώραις ἔτη δ# βαπτίζοντες καὶ καταρτίζοντες ἱερεῖς καὶ θεραπεύοντες πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, πάντων πιστευσάντων ἀπὸ θάλασσαν ἕως θάλασσαν· καὶ μετὰ ταῦτα ὑπεστρέψαμεν ἐν Ἐφέσῳ δοξάζοντες τὸν θεόν.

XLVIII. Μετὰ οὖν ἡμέρας τινὰς κατὰ θείαν ἀποκάλυψιν ἐξῆλθεν ὁ Ἰωάννης ἔν τινι κώμῃ εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν. καὶ ἦν ἐκεῖ τις νεανίας χωρικός, νουθετούμενος πολλάκις παρὰ τοῦ ἰδίου πατρὸς ἵνα μὴ λάβῃ τοῦ συνεργοῦ τὴν γυναῖκα· φθόνῳ δὲ διαβόλῳ κινηθείς, μὴ φέρων ὁ παῖς τὴν τοῦ πατρὸς νουθεσίαν, λακτίσας αὐτὸν ἄφνω ἔθηκεν ἐπὶ τὴν γῆν νεκρόν. τοῦτον οὖν ὁ Ἰωάννης ἰδὼν εἶπεν· Ὦ κύριε, σήμερον ἕνεκεν τούτου με ἐκάλεσας ἐνθάδε;

XLIX. Ὁ δὲ νεανίας ὁρῶν τὸν ἄωρον θάνατον τοῦ πατρὸς αὐτοῦ, προσδοκῶν συλληφθῆναι καὶ ἀντιφονευθῆναι, τὴν λύπην μὴ φέρων, ὃ ἐπεφέρετο δρέπανον τρέχων ἐν τῇ οἰκίᾳ ἠβουλήθη σφάξαι τὴν γυναῖκα, εἶθ’ οὕτως ἑαυτόν. τοῦτον οὖν ἰδὼν ὁ Ἰωάννης τρέχοντα καὶ γνοὺς τῷ πνεύματι εἶπεν πρὸς αὐτόν· Στῆθι δαῖμον· καὶ ἀνάγγειλόν μοι τί τρέχεις. Ὁ δὲ παῖς τρέμων καὶ κλαίων διηγήσατο τὸν Ἰωάννην ὅτι Πατρὸς φονεὺς γέγονα ὁ ταλαίπωρος· καὶ ἰδοὺ διὰ τὴν πολλὴν θλῖψιν μέλλω καὶ ἣν ἐμοίχευσα γυναῖκα ἀνελεῖν καὶ ἐμαυτόν.

L. ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν μαθητὰ τοῦ Χριστοῦ. ἐὰν οὖν τοῦτον ἀναστήσῃς, ἀπὸ τοῦ λοιποῦ ἀποστήσομαι τὸ κακόν.

LI. Τοῦ δὲ Ἰωάννου εἰπόντος πρὸς αὐτὸν Οὐδὲ τὰς πολιὰς τοῦ πατρός σου ᾤκτιρας ταλαίπωρε; εἰς τὸν οὐρανὸν ἀναβλέψας καὶ στενάξας εἶπεν· Κύριε σοῦ μόνου ἐστὶν τὸ ἔργον τοῦτο.

LII. Καὶ κρατήσας τῆς χειρὸς τοῦ τεθνηκότος εἶπεν· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀνάστα. Καὶ εὐθέως ἀνέστη.

LIII. Ἰδὼν δὲ ὁ παῖς τὴν παρ’ ἐλπίδα ἀναβίωσιν τοῦ πατρὸς αὐτοῦ καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν τὸ δρέπανον τὰ ἑαυτοῦ μόρια ἀφείλετο· καὶ δραμὼν εἰς τὴν οἰκίαν εἰς ὄψιν τῆς μοιχαλίδος αὐτοῦ ἔρριψεν αὐτὰ λέγων· Διὰ σὲ πατρὸς φονεὺς καὶ ἡμῶν τῶν δύο γέγονα· καὶ ἰδοὺ ἔχεις τὰ τούτων αἴτια. ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν ἐπιγνῶναι αὐτὸν διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου.

LIV. Ταῦτα ἀκούσας ὁ Ἰωάννης καὶ λυπηθεὶς εἶπεν πρὸς αὐτόν· Ταλαίπωρε, ὁ ὑποβάλας σε τὸν πατέρα σου φονεῦσαι δαίμων, αὐτός σε ὑπέβαλεν καὶ τοῦτο ποιῆσαι. ἔδει γάρ σε οὐχὶ τοὺς τόπους αὐτῶν ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν ἐκ τῆς ψυχῆς σου· οὐ γὰρ τὰ ὄργανά εἰσιν βλαπτικά, ἀλλ’ ὁ νοῦς ὁ συγκαταβαίνων τῇ ἁμαρτίᾳ. μετανόησον οὖν ἄθλιε ἐπὶ τῇ παρανόμῳ τόλμῃ ᾗ ἐποίησας. Ὁ δὲ παῖς στένων καὶ τρέμων παρεκάλει τὸν τοῦ Χριστοῦ ἀπόστολον συγγνώμην λαβὼν τῶν ἡμαρτημένων. ὃν λαβὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰσήγαγεν ἐν τῇ πόλει· καὶ κατηχήσας καὶ βαπτίσας αὐτῷ ἅμα τοῦ πατρὸς αὐτοῦ προσήγαγεν τῇ ἐκκλησίᾳ· καὶ ἦν ὁ παῖς μεθ’ ἡμῶν πάντοτε ὑπηρετῶν, ὥστε πάντας θαυμάζειν καὶ δοξάζειν τὸν θεόν.

LVI. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὡς ἦν Ἰωάννης καθεζόμενος πέρδιξ διαπτᾶσα καὶ ἐλθοῦσα ἐκονίζετο ἔμπροσθεν αὐτοῦ. ὁ οὖν Ἰωάννης βλέπων αὐτὸ ἐθαύμαζεν. ἱερεὺς δέ τις ἐλθών, εἷς τῶν ἀκροατῶν ὤν, εἰσελθὼν πρὸς Ἰωάννην, εἶδεν τὴν πέρδικα κονιζομένην ἔμπροσθεν αὐτοῦ· καὶ σκανδαλισθεὶς ἐν ἑαυτῷ ἔλεγεν· Ὁ τοιοῦτος καὶ τηλικοῦτος τέρπεται ἐπὶ πέρδικος κονιαζομένης; Γνοὺς δὲ ὁ Ἰωάννης τῷ πνεύματι τὴν ἐνθύμησιν αὐτοῦ εἶπεν πρὸς αὐτόν· Ἄμεινον ἦν καὶ σὲ τέκνον ὁρᾶν πέρδικα κονιζομένην καὶ μὴ εἰς αἰσχρὰς καὶ βεβήλους πράξεις μολύνεσθαι. ὁ γὰρ πάντων τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ἀναμένων διὰ τοῦτο ἐνταῦθά σε ἤγαγεν· ἐπεὶ ἐγὼ πέρδικος κονιζομένης οὐ χρῄζω· ἡ γὰρ πέρδιξ ἡ σή ἐστιν ψυχή.

LVII. Ταῦτα ἀκούσας ὁ πρεσβύτης καὶ ἰδὼν ὅτι οὐκ ἔλαθεν ἀλλὰ πάντα τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ εἶπεν αὐτῷ ὁ ἀπόστολος τοῦ Χριστοῦ, πεσὼν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐβόα λέγων· Νῦν οἶδα ὅτι ὁ θεὸς οἰκεῖ ἐν σοὶ μακάριε Ἰωάννη· καὶ μακάριος ὅστις οὐκ ἐπείρασεν ἐν σοὶ τὸν θεόν· ὁ γὰρ σὲ πειράζων τὸν ἀπείραστον πειράζει. Παρεκάλει δὲ αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτοῦ· καὶ κατηχήσας αὐτὸν καὶ δοὺς κανόνας ἀπέλυσεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν ἐπὶ πάντων θεόν.

CVI. Ὡς δὲ ἔγνω τὴν μετάστασιν αὐτοῦ δι’ ἀποκαλύψεως κυρίου, κυριακῆς ἡμέρας οὔσης συνὼν τοῖς ἀδελφοῖς μετὰ τὴν θείαν καὶ φρικτὴν μυσταγωγίαν καὶ τὴν κλάσιν τοῦ ἄρτου πάντων συνηγμένων εἶπεν· Ἐπειδὴ ὦ τεκνία μου ὁ χρόνος τῆς ζωῆς μου βραχὺς καὶ ὀλιγοστός ἐστιν καὶ μέλλω πρὸς τὸν κύριόν μου πορεύεσθαι, στηρίζεσθε ἐν τῇ πίστει καὶ ἀγάπῃ τοῦ Χριστοῦ· καὶ ἃ εἴδετε παρ’ ἐμοῦ ἐπιτελούμενα καὶ παρελάβετε μὴ ἐπιλάθεσθε, ἵνα κἀγὼ ἐν τῇ ἀναστάσει τοῦ κυρίου εἴπω· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Μνημονεύετε ὅσας δι’ ἐμοῦ ὑμῖν παρέσχεν ὁ θεὸς ἀντιλήψεις, χαρίσματα ἰαμάτων, κυβερνήσεις, γνώσεις, κοινωνίας, πίστεις, διδασκαλίας, δωρεὰς ἰαμάτων·

CVII. καὶ γίνεσθε χρηστοὶ καὶ οἰκτίρμονες, ἀλλήλους οἰκοδομοῦντες, ἀναστρεφόμενοι ἐν πάσῃ ἐγκρατείᾳ καὶ σεμνότητι. ταῦτα λέγω πρὸς ὑμᾶς ἀδελφοὶ ἤδη πρὸς τὸ προκείμενόν μοι ἔργον πορεύομαι· καὶ εἰ καὶ τῷ σώματι ἀπολειφθῶ ἀφ’ ὑμῶν, ἀλλὰ τῷ πνεύματι οὐκ ἀπολειφθήσομαι. ἔχετε τοῦ θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγαθωσύνης αὐτοῦ· ἔχετε αὐτὸν ἐν μέσῳ ὑμῶν πάντοτε καλῶς πολιτευομένων ὑμῶν.

CXI. Καὶ ταῦτα πλείονα εἰπόντος αὐτοῦ καὶ τοῦ λαοῦ τοῖς δάκρυσιν τῷ ἐδάφει βρεχόντων εἶπεν πρὸς Εὐτυχῆ καὶ τὸν Οὐῆρον· Τέκνον Εὐτυχῆ, σὲ καθίστημι μετὰ θεὸν πρωτόθρονον καὶ ποιμένα τοῦ λαοῦ τούτου· βλέπε τέκνον Οὐῆρε πῶς μέλλεις ποιμᾶναι τὸ ποίμνι ....